Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus de placitis Manichaeorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
ἐπὶ γάρ τοι τῷ δημιουργῷ ἑτέραν δύναμιν ἐπὶ τὸ φωτοειδὲς τοῦ ἡλίου κατελθοῦσαν ταῦτα διαπραγματεύσασθαι, καὶ εἶναι καὶ ἐμφανὲς τὸ πρᾶγμα καί, ὡς ἄν τις εἴποι, τυφλῷ δῆλον. ἐν μὲν γὰρ ταῖς αὐξήσεσιν τὴν σελήνην λαμβάνειν τὴν ἀποχωριζομένην δύναμιν ἀπὸ τῆς ὕλης καὶ πλήρη γίνεσθαι ταύτης τὸν χρόνον τοῦτον, πληρωθεῖσαν δὲ ἐν ταῖς μειώσεσιν εἰς τὸν ἥλιον ἀναπέμπειν· τὸν δὲ πρὸς τὸν θεὸν ἀφιέναι, ποιήσαντα δὲ τοῦτο ἐκδέχεσθαι πάλιν τὴν ἀπὸ τῆς ἑτέρας πανσελήνου πρὸς αὐτὸν τῆς ψυχῆς μετοίκησιν καὶ παραλαβόντα ὁμοίως πρὸς τὸν θεὸν ἐᾶν αὐτομάτως φέρεσθαι καὶ τοῦτο διὰ παντὸς ἐκπονεῖν. καὶ εἰκόνα δὲ ἐν ἡλίῳ ἑωρᾶσθαι τοιαύτην, οἷόν ἐστι τὸ τοῦ ἀν θρώπου εἶδος, καὶ ἀντιφιλοτιμήσασθαι τὴν ὕλην ποι ῆσαι τὸν ἄνθρωπον ἐξ αὑτῆς κατὰ τὴν διὰ πάσης αὐτῆς τῆς δυνάμεως μῖξιν, ἔχοντα καὶ αὐτόν τι τῆς ψυχῆς· πολὺ μέντοι συμβεβλῆσθαι τὸ εἶδος εἰς τὸ πλεῖόν τι παρὰ τὰ ἄλλα θνητὰ ζῷα τῆς δυνάμεως τῆς θείας τὸν ἄνθρωπον μετασχεῖν, ὑπάρχειν γὰρ αὐτὸν θείας δυνά μεως εἰκόνα. τὸν δὲ χριστὸν εἶναι νοῦν· ὃν δὴ καὶ ἀφικόμενόν ποτε ἀπὸ τοῦ ἄνω τόπου πλεῖστόν τε τῆς δυνάμεως ταύτης πρὸς τὸν θεὸν λελυκέναι καὶ δὴ καὶ τὸ τελευταῖον ἀνασταυρωθέντα παρασχέσθαι γνῶσιν τοιῷδε τρόπῳ καὶ τὴν δύναμιν τὴν θείαν ἐνηρμόσθαι, ἐνεσταυρῶσθαι τῇ ὕλῃ. ἐπεὶ οὖν ἀπόλλυσθαι τὴν ὕλην ἐστὶ θεοῦ δόγμα, ἀπέχεσθαι μὲν ἐμψύχων πάντων, σιτίζεσθαι δὲ λάχανα καὶ πᾶν ὅ τι ἀναίσθητον, ἀπέχε σθαι δὲ γάμων καὶ ἀφροδισίων καὶ τεκνοποιίας, ἵνα μὴ ἐπὶ πλεῖον ἡ δύναμις ἐνοικήσῃ τῇ ὕλῃ κατὰ τὴν τοῦ γένους διαδοχήν. μὴ ἐξάγειν δὲ ἑαυτοὺς μηχανω μένους κάθαρσιν ὧν ἐλυμήνατο ἡ μῖξις τῆς ὕλης τὴν δύναμιν.

Intertext edge

Open linked passage

Note