Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Tractatus de placitis Manichaeorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
τὰ μὲν κεφαλαιωδέστερα ὧν λέγουσίν ἐστιν ταῦτα. τιμῶσι δὲ μάλιστα ἥλιον καὶ σελήνην οὐχ ὡς θεούς, ἀλλ' ὡς ὁδὸν δι' ἧς ἔστιν πρὸς θεὸν ἀφικέσθαι. ἀποχωρισθείσης δὲ ἀκριβῶς τῆς θείας δυ νάμεως τὸ ἔξω πῦρ φασι συμπεσὸν ἑαυτό τε καὶ τὸ ἄλλο σύμπαν, ὅ τι δἂν λείπηται τῆς ὕλης, συγκατα φλέξειν. Οἱ δὲ ἐν τούτοις χαριέστεροι καὶ ἑλληνικῶν οὐκ ἄπειροι λόγων ἀναμιμνῄσκουσιν ἡμᾶς ἐκ τῶν οἰκείων, ἐκ μὲν τῶν τελετῶν τὸν κατατεμνόμενον Διόνυσον τῷ λόγῳ ἐπιφημίζοντες ὑπὸ τῶν Τιτάνων, καθάπερ λέγου σιν αὐτοὶ τὴν θείαν δύναμιν μερίζεσθαι εἰς τὴν ὕλην· ἐκ δὲ τῶν ποιήσεων τῆς γιγαντομαχίας, ὅτι μηδὲ αὐ τοὶ ἠγνόησαν τὴν τῆς ὕλης κατὰ τοῦ θεοῦ ἄνταρσιν. ἐγὼ δὲ ὡς μὲν ταῦτα οὐχ ἱκανὰ ψυχαγωγῆσαι τοὺς ἀβασανίστως τὸν λόγον προσιεμένους οὐκ ἂν εἴποιμι, ὅπου γε καί τινας τῶν συνεσχολακότων ἡμῖν ἐν τῷ φιλοσοφεῖν μετέστησεν ἡ τοιαύτη ἀπάτη τῶν λόγων πρὸς ἑαυτήν· εἰς ἐξέτασιν δὲ ὅπως ἔχει νῦν ἐμαυτὸν καθεὶς ἀπορῶ τί χρήσωμαι. οὔτε γὰρ διά τινων λόγων νενομισμένων εἰσὶν αὐτῶν αἱ ὑποθέσεις, ἵνα κατὰ ταύ τας τὴν ζήτησιν ποιησώμεθα, οὔτε τινὲς ἀρχαὶ ἀπο δείξεων, [καὶ] ἵνα τὸ ταύταις ἑπόμενον θεασώμεθα. ἕρμαιόν τε ἀληθῶς ἐστιν τὸ τῶν ἁπλῶς λεγομένων φιλοσοφεῖν, οἳ τὰς παρ' αὐτοῖς γραφὰς παλαιάς τε καὶ νέας ὑποστησάμενοι– θεοπνεύστους εἶναι ὑπο τιθέμενοι τὰς σφῶν αὐτῶν δόξας ἐντεῦθεν περαί νουσιν καὶ ἐλέγχεσθαι μόνον τηνικαῦτα δοκοῦσιν, ἐάν τι μὴ ταύταις ἀκόλουθον ἢ λέγεσθαι ἢ πράττεσθαι ὑπ' αὐτῶν συμβαίνῃ· καὶ ὅπερ αἱ παρὰ τοῖς φιλοσοφοῦσιν καθ' Ἕλληνας τῶν ἀποδείξεων ἀρχαί, αἱ προτάσεις αἱ ἄμεσοι, τοῦτο παρ' αὐτοῖς ἐστιν ἡ τῶν προφητῶν φωνή. ἐνταῦθα δὲ τούτων μὲν ἁπάντων ἐκβαλλομένων, λεγο μένων δὲ ὧν πρότερον ἐπεμνήσθην ἄνευ τινὸς ἀπο δείξεως, ἀναγκαίου δὲ ὄντος μετὰ λόγου ποιήσασθαι τὴν ἀπόκρισιν, ἀλλὰ μὴ πιθανώτερα ἕτερα παραθεῖναι καὶ μᾶλλον ψυχαγωγεῖν δυνάμενα, χαλεπωτέρα ἡ ἔφο δος καὶ ἔτι μᾶλλον δυσκολωτέρα, ὅτι καὶ ποικίλους τοὺς λόγους ποιεῖσθαι δεῖ. εἴτε γὰρ ἀκριβέστεροι, τοὺς ὑπὸ τούτων ἄνευ τινὸς πίστεως προκατειλημμένους λάθοιεν ἄν· εἴτε εἰς ψυχαγωγίαν γένοιντο, εἰς τὰς αὐ τὰς λαβὰς ἐμπεσοῦνται, ἐξ ὁμοίων γὰρ γεγονέναι δόξου σιν. διὸ πολλῆς καὶ μεγάλης φροντίδος δεῖ καὶ θεοῦ ὡς ἀληθῶς, ὃς τοῦ λόγου ἡγήσεται.

Intertext edge

Open linked passage

Note