Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Δύο ἀρχὰς ὑποτίθεται, θεὸν καὶ ὕλην. εἰ μὲν τὸ γιγνόμενον τοῦ ὄντος ἀποχωρίζων, οὐχ ὁμοίως φαύλη ἡ ὑπόθεσις, ἵνα μήτε ἡ ὕλη ἑαυτὴν ποιῇ καὶ τὸν τῶν ἐναντίων ἀποδέχηται λόγον, ποιοῦσά τε καὶ πάσχουσα, μήτ' αὖ τοιαῦτα πάλιν ἕτερα περὶ τὸ ποι ητικὸν αἴτιον θεωρῆται, ἃ οὐδὲ λέγειν ἴσως θέμις– καίτοι οὐ δεομένου τοῦ θεοῦ πρὸς τὰ ἀποτελέσματα ὕλης, ἐν ὑποστάσει δυναμένων γίγνεσθαι πάντων πρὸς ἐκεῖνον τὸν νοῦν. εἰ δέ, ὅπερ μᾶλλον λέγεσθαι δοκεῖ ὑπ' αὐ τοῦ, ἡ ἄτακτος κίνησις τῶν ὄντων ἐστὶν ὕλη, πρῶτον μὲν λανθάνει ἑαυτὸν ἕτερον ποιητικὸν αἴτιον ὑφιστάμενος, κακοποιὸν μέντοι, οὐχ ὁρᾷ δὲ καὶ τὸ ἑπόμενον, ὅτι εἰ θεὸν πάντως ὑποστατέον καὶ ὕλην, ἑτέρα τις ὕλη τῷ θεῷ ὑποστήσεται, ἵνα ἑκατέρῳ τῶν ποιητικῶν αἰτίων ἡ ὑποκειμένη ὑπάρχῃ ὕλη. ἀντὶ τοίνυν δύο τέτταρας ἡμῖν ποιῶν ἀρχὰς ἐπιδειχθήσεται. θαυμαστὴ δὲ καὶ ἡ ἀντιδιαίρεσις. εἰ γὰρ θεός ἐστιν παρ' αὐτῷ ὅπερ τὸ ἀγαθόν, καὶ βούλεται ὑφίστασθαι αὐτῷ ἐναντίον, διὰ τί οὐ καθάπερ τινὲς τῶν Πυθα γορείων τὸ κακὸν αὐτῷ ἀντιτίθησιν; ἀνεκτότερον γοῦν ὑπ' ἐκείνων λέγεται δύο εἶναι ἀρχάς, τὸ ἀγαθὸν καὶ τὸ κακόν, στασιάζειν δὲ ταύτας συνεχῶς, ἐπικρατεῖν δὲ τὸ ἀγαθόν· εἰ γὰρ τὸ κακὸν ὑπερέχοι, φθαρήσεσθαι πάντα. ὅλως γὰρ καθ' αὑτὴν μὲν ἡ ὕλη οὔτε σῶμά ἐστιν οὔτε ἀκριβῶς ἀσώματόν τι οὔτε ἁπλῶς τόδε τι, ἀλλ' ἀόριστός τις προσλαβοῦσα τὸ εἶδος γίνεται ὡρι σμένη, οἷον τὴν πυραμίδα μὲν πῦρ, τὸ ὀκτάεδρον δὲ ἀήρ, τὸ εἰκοσάεδρον δὲ ὕδωρ, κύβον δὲ γῆ. πῶς οὖν ἐστι τῶν στοιχείων ἡ ἄτακτος κίνησις ἡ ὕλη; καθ' ἑαυτὴν μὲν οὖν οὐκ ἔστιν ὑποστατή, ἡ γὰρ κίνησις ἐν τῷ κινουμένῳ· οὐ δοκεῖ δὲ τοιοῦτον εἶναι ἡ ὕλη, ἀλλὰ μᾶλλον τὸ πρῶτον ὑποκείμενον καὶ ἀρρύθμιστον καὶ ἀφ' οὗ τὰ ἄλλα. ἐπεὶ τοίνυν ἡ ἄτακτος κίνησίς ἐστιν ἡ ὕλη, πότερον ἦν ἀεὶ σὺν τῷ κινουμένῳ ἤ ποτε κεχώρισται τούτου; εἰ μὲν γάρ ποτε ἦν καθ' αὑτήν, οὕτω γε οὐκ ἂν ἦν, οὐδεμία γὰρ κίνησις ἄνευ τοῦ κινουμένου· εἰ δὲ ἀεὶ ἐν τῷ κινουμένῳ ἦν, πάλιν αὖ δύο ἀρχαὶ οὕτω γε ὑποστήσονται, τὸ κινοῦν καὶ τὸ κινούμενον· ποτέρῳ οὖν αὐτῶν ψηφίζεται, ἵνα ἐκεῖνο μετὰ τοῦ θεοῦ ὑποστησώμεθα πρῶτον;