Tractatus de placitis Manichaeorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/alexander-lycopolitanus" aria-label="More works by Alexander Lycopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ἀλλὰ πῶς ἠνέχθη εἰς τὴν τοῦ θεοῦ χώραν ἢ ἐκ ποίας αἰτίας; κατὰ φύσιν μὲν γὰρ αὐτῇ τὸ κάτω καὶ τὸ σκότος, ὥς φασιν, παρὰ φύσιν δὲ τὸ ἄνω καὶ τὸ φῶς· ὥστε παρὰ φύσιν τότε γέγονεν αὐτῇ ἡ κίνη σις καὶ τοιοῦτόν τι πέπονθεν, οἷον εἰ λίθον τις ἢ βῶλον γῆς εἰς τὸ ἄνω ῥίψειεν· διὸ δὴ ὀλίγον τὰ τοιαῦτα κουφισθέντα ὑπὸ τῆς τοῦ ῥίψαντος βίας μετέωρα γεγονότα εἰς τὸν αὐτὸν καταφέρεται τόπον. τὴν οὖν ὕλην τίς ἐκούφισεν εἰς τὸν ἄνω τόπον; δι' αὑτὴν μὲν γὰρ καὶ ἐξ αὑτῆς οὐκ ἂν κινοῖτο ταύτην τὴν κίνησιν αὐτῇ ὑπάρχουσαν· δεῖ δὲ αὐτὴν ὑπομεῖναι βίαν, ἵνα εἰς τὸν ἄνω τόπον μετεω ρισθῇ, καθάπερ ὁ λίθος καὶ ἡ βῶλος. ἀλλ' ἕτερον μὲν οὐδὲν σὺν αὐτῇ ἀπολείπουσιν, τὸν θεὸν δέ. φανερὸν οὖν τὸ ἐκ τοῦ λόγου συμβαῖνον, ὅτι κατ' αὐ τοὺς ὁ θεὸς βίᾳ καὶ ἀνάγκῃ ταύτην μετέωρον ἐποίησεν ὡς αὑτόν. Καὶ μὴν εἰ κακὸν ἡ ὕλη, πάντως πού εἰσιν αὐτῆς καὶ ὀρέξεις τοιαῦται· ἔστι δὲ ἡ μὲν τοῦ κακοῦ ὄρεξις φαύλη, ἡ δὲ τοῦ καλοῦ πάνυ σπουδαία. εἰ δὲ τοῦ λαμπροῦ καὶ τοῦ φωτὸς ἐπεθύμησεν ἡ ὕλη, οὐ φαύλη ἡ ἐπιθυμία· καθάπερ οὐδὲ ἐν κακίᾳ τις ὢν μετὰ ταῦτά ποτε ἐπιθυμήσειεν ἀρετῆς. τοὐναντίον γὰρ ἐν ἐγκλήματι, τὸ σπουδαῖόν τινα τοῦ φαύλου εἰς ἐπιθυμίαν ἐλθεῖν· καθάπερ ἂν εἰ τὸν θεὸν φαῖεν ὀρέγεσθαι τῶν τῇ ὕλῃ προσόντων κακῶν. οὐ γὰρ δὴ τὰ τοῦ θεοῦ ἀγαθὰ τοιαῦτα ὑποληπτέον, οἷόν ἐστιν ὁ πλοῦ τος καὶ ἡ πολλὴ γῆ καὶ ὁ πολὺς χρυσός, ὧν ἐλάττων γίνεται τῷ κεκτημένῳ ἡ ἀπὸ τῶν ἀνθρώπων εἰς ἕτερον μετάστασις. ἀλλ' εἴ τινα τούτων ὅλως εἰκόνα ἐπινοῆσαι δεῖ, τὴν σοφίαν οἶμαι δικαίως ἄν τις παραβάλοι καὶ τὰς ἐπιστήμας. ὥσπερ οὖν οὔτε ἡ σοφία ἐλαττοῦται οὔτε ἡ ἐπιστήμη οὔτε οἱ αὐτὰς ἔχοντες, ἂν ἕτερος τῶν αὐτῶν μεταλάβῃ, οὕτως οὐδὲ τὸν θεὸν εὔλογον φθο νῆσαι τῇ ὕλῃ τῆς τοῦ καλοῦ ὀρέξεως– εἰ δὴ κατ' αὐτοὺς ὠρέχθη τούτου.