Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Joannem
AmmoniusJoan 609 · pg-scrape-grcMore by Ammonius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ammonius" aria-label="More works by Ammonius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
609.1
Τί δὲ βούλονται οἱ πειρώμενοι διαφωνοῦντας αὐτοὺς δεικνύναι οὐχ εὑρίσκω· εἰ μὲν γὰρ περὶ τῆς ἀναστάσεως οὐ τὴν αὐτὴν ἐξήνεγκαν γνώμην ἢ τὴν ἡμέραν μὴ τὴν αὐτὴν ἔφασαν καθ' ἣν τὴν ἀνάστασιν γενέσθαι συνέβη ἢ τὰς γυναῖκας οὐχ ὁμοίως ἅπαντες πρώτας ἐπὶ τῇ τιμῇ τοῦ τελευτήσαντος ἐληλυθέναι ἀπήγγειλαν, ἦν τις αὐτοῖς συγγνώμη τῆς ἀτόπου καὶ μωρᾶς ταύτης ἐπιτιμήσεως· εἰ δὲ πολλὴν ἐν τοῖς προειρημένοις τὴν συμφωνίαν ἐπεδείξαντο ὁμοίως τὴν ἀνάστασιν καταγγείλαντες, τὴν ἡμέραν φήσαντες εἶναι τὴν αὐτήν, τὰς γυναῖκας ὁμοίως ἐληλυθέναι, τί ποτε αὐτοῖς ἡ περὶ τῶν ὡρῶν ἀκριβολογία βούλεται; ἐγὼ μὲν οὐ συνίημι, καίτοιγε μηδὲν ἕτερον πρὸς σύστασιν τῆς τῶν εἰρημένων ἀληθείας οὕτω συντείνειν νομίζω ὡς τὸ ἐν τοῖς καιριωτάτοις πολλὴν τὴν συμφωνίαν ἐπιδειξαμένους, ἐν βραχυτάτοις τισὶ καὶ ἐν οἷς εἰκὸς ἦν ἀνθρώπους ὄντας σφαλῆναι διαφωνοῦντας εὑρίσκεσθαι καὶ βραχέσιν ὥραις τὴν ἐναλλαγὴν τῶν ῥημάτων ἐνδεικνυμένους· εἰ μὲν γὰρ ψεύδεσθαι βουλόμενοι σύμφωνον εἵλαντο περὶ τούτου τὴν γνώμην, οὐδὲν ἂν ἐκώλυσεν. κατὰ τούτου γενομένους ἅπαξ ψεύδεσθαι ἑλομένους πολλὴν ἐν ἅπασι καὶ ἀκριβῆ φυλάξαντας τὴν συμφωνίαν προέκειτο καὶ καθ' ἑαυτὸν ἕκαστος τὸν οἰκεῖον ἐπλήρου σκοπόν. ἀνάγκη δήπουθεν ἦν βραχύ τι παραλλάττειν αὐτοὺς πολλῶν ὄντων ἃ ταῦτα πάσχειν αὐτοὺς κατηνάγκαζεν.

Intertext edge

Open linked passage

Note