Fragmenta in Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ammonius" aria-label="More works by Ammonius">
—
⋯
Original / primary: Pg Scrape Grc
610.1
Εἰ δὲ λέγει ὁ Λουκᾶς, ὅτι ἠπίστησαν οἱ μαθηταὶ ταῖς περὶ Ἰωάνναν, οὐδὲν ἐναντίον· οὐδὲ γὰρ ἦσαν οὔπω ἀπελθόντες εἰς τὸ μνημεῖον καὶ οὐκ ἐπίστευον ὡς ἔτυχεν ὡς μέλλοντες μαρτυρεῖν ὡς αὐτόπται τῇ ἀναστάσει. ἤτοι ταῖς περὶ Ἰωάνναν ἠπίστησαν ὡς ἀκουσάσαις παρὰ τῶν δύο ἀνδρῶν, τῇ δὲ Μαριὰμ ἐπείσθησαν εἰπούσῃ, ὅτι ἦραν τὸ σῶμα.