Fragmenta in Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ammonius" aria-label="More works by Ammonius">
—
⋯
Original / primary: Pg Scrape Grc
612.1
Γνώρισμα ἦν τοῦτο τῆς ἀναστάσεως· εἰ γὰρ ἐκλάπη ὑπὸ ἐχθρῶν, οὐκ ἂν εἴων τὰ ἱμάτια διὰ κέρδος, εἰ δὲ φίλοι ἦσαν, οὐκ ἠνείχοντο γυμνὸν ἐνυβρίσαι τὸ σῶμα· εἰ γὰρ ἦσαν οἱ μαθηταὶ ἁρπάσαντες, ἔφυγον διὰ τοὺς φυλάσσοντας στρατιώτας καὶ Ἰουδαίους καὶ οὐκ ἂν ἵσταντο ἀποδύοντες τὸ σῶμα καὶ ἰδίᾳ τιθέντες τὰ ὀθόνια, ἰδίᾳ δὲ τὸ σουδάριον. δείκνυσι δέ, ὅτι οὐδὲ ἱματίων λοιπὸν χρεία τῷ εἰς ἀφθαρσίαν μεταχωρήσαντι σώματι. οὐκ εἶδον αὐτὸν ἀναστάντα, ἀπὸ δὲ τῆς τῶν ἱματίων συλλογῆς ἐννοοῦσι τὴν ἀνάστασιν καὶ πιστεύουσι τοῦτο βοώσης τῆς ἁγίας γραφῆς. ὅτε ὤφθη ὁ ἄγγελος, πτοηθέντες οἱ φύλακες ἔφυγον καὶ διὰ τοῦτο οἱ περὶ τὸν Πέτρον ἦλθον εἰς τὸν τάφον ἀδεῶς.