Fragmenta in Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ammonius" aria-label="More works by Ammonius">
—
⋯
Original / primary: Pg Scrape Grc
618.1
Ἐκείνοις μὲν ὤφθη θαυμασιώτερος, τῇ δὲ γυναικὶ ἐν ταπεινῷ τῷ σχήματι, ἵνα μὴ ἐκπλήξῃ. διὸ καὶ κηπουρὸν αὐτὸν εἶναι ᾠήθη. ὁρᾷ τὸν κύριον καὶ οὐκ ἐπέγνω ἢ διὰ τὴν σκοτίαν ἢ ὅτι θεοπρεπεῖ δυνάμει ἐκάλυψεν ἑαυτόν. κατ' οἰκονομίαν ἐστράφη καὶ εἶδε τὸν κύριον πλὴν οὐκ ἐπέγνω, ἵνα μὴ θορυβηθῇ ὡς φαντασίαν ὁρῶσα δαιμονιώδη· ἔτι γὰρ ὑπώπτευεν, ὅτι νεκρὸς ἦν.