Fragmenta in Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ammonius" aria-label="More works by Ammonius">
—
⋯
Original / primary: Pg Scrape Grc
630.1
Πνευματικὸν αὐτοῖς δέδωκε χάρισμα τοῦ λύειν ἁμαρτίας καὶ κατακρίνειν. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐπιτηδείους αὐτοὺς ἐποίησε πρὸς ὑποδοχὴν τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν μετὰ τὴν ἀνάβασιν. δι' ὃ οὐκ εἶπεν, ἐλάβετε πνεῦμα ἅγιον, ἀλλὰ λάβετε. πλὴν δυνατὸν εἰπεῖν, ὅτι εἰς μὲν οὖν τὸ ἀφεῖναι ἁμαρτίας ἔλαβον τὸ χάρισμα, μετὰ δὲ τὴν πεντηκοστὴν τὸ ἐγεῖραι τοὺς νεκροὺς καὶ ὅσα τελειότερα.