Fragmenta in Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ammonius" aria-label="More works by Ammonius">
—
⋯
Original / primary: Pg Scrape Grc
631.1
Δι' ὧν ἐμφυσήσας ἔδωκε πνεῦμα, ἔδειξεν, ὅτι ὁμοούσιον αὐτοῦ ἐστι καὶ οὐκ ἀλλότριον καὶ δι' αὐτοῦ προϊὸν ἐκ τοῦ πατρός, ὅπερ αὐτοὺς ἐνεύρωσεν εἰς τὸ ποιῆσαι τὰ θεῷ ἀρεστὰ καὶ γνῶναι τοῦ κατὰ θεὸν μυστηρίου τὴν δύναμιν. τὸ δὲ ἐμφύσημα ἐποίησε τὸν ἀνακαινισμὸν τῇ ἀνθρωπότητι καὶ ἀναλαβεῖν τὸ «κατ' εἰκόνα» ὅπερ εἶχεν Ἀδὰμ πρὸ παραβάσεως. εἰπὼν δὲ πέμπειν, προέπεμψε πρὸ καιροῦ, ἵνα πιστώσηται, ὅτι ἔσται τοῦτο ἐπὶ πᾶσι τῷ ὁρισθέντι καιρῷ.