Fragmenta in Joannem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ammonius" aria-label="More works by Ammonius">
—
⋯
Original / primary: Pg Scrape Grc
633.1
Ὑπὲρ μέτρον ὁ Θωμᾶς πολυπραγμονήσας διὰ τὸ νομίζειν ἀδύνατον ἐγκαλεῖται. διὸ οὐκ εἶπεν μόνον ἐὰν μὴ ἴδω, ἀλλὰ ἐὰν μὴ ψηλαφήσω μή πως φάντασμα εἶναι τὸ ὁρώμενον. ἀκούσας μὲν οὖν ἐκ τῶν μαθητῶν, ὅτι λόγχῃ ἔλαβεν, ἐπείσθη καὶ μὴ ἑωρακώς, τὸ δὲ τῆς ἀναστάσεως ὡς ὑπὲρ λόγον ἠπίστησεν. οὐ τοσοῦτον ὡς ἀπιστῶν εἶπεν, ὅσον λυπούμενος, ὅτι μὴ καὶ αὐτὸς ἠξιώθη τῆς θέας. οἰκονομικῶς δὲ ἠπίστησεν ὁ Θωμᾶς, ἵνα πάντες δι' αὐτοῦ γνῶμεν, ὅτι τὸ σταυρωθὲν ἀνέστη σῶμα· διὰ γὰρ τοῦ ζητεῖν ἰδεῖν τὰ περὶ τὴν σάρκα τραύματα, αὐτὴν τὴν σάρκα, εἰ ἀνέστη, ἐζήτει.