Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Joannem
AmmoniusJoan 635 · pg-scrape-grcMore by Ammonius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ammonius" aria-label="More works by Ammonius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
635.1
Δείκνυσιν ἑαυτὸν τραύματα ἔχοντα καὶ συγχωρεῖ αὐτῷ ψηλαφῆσαι αὐτόν· διὰ γὰρ συγκατάβασιν οὕτως ὤφθη τῷ Θωμᾷ καίπερ πάσης παχύτητος τοῦ σώματος ἀπηλλαγμένου καὶ κούφου γεγονότος, ἵνα πεισθῇ, ὅτι αὐτὸ ἦν τὸ σταυρωθὲν σῶμα. ἐξ ὧν δὲ τοῖς τοῦ Θωμᾶ κέχρηται λόγοις, δείκνυσιν, ὅτι καὶ ὅτε ὁ Θωμᾶς ἐλάλει ταῦτα, παρῆν. εἰ δὲ καὶ ἄφθαρτα καὶ ἀνελλιπῆ τὰ σώματα ἐγείρεται ἐν τῇ καινῇ ἀναστάσει, ἀλλ' ἵνα μηδεὶς ἀπιστίας περιλείπηται λόγος, ὡς ἐζήτησεν ἰδεῖν ὁ Θωμᾶς, οὕτως ὑπέδειξεν· οὐ μόνον δὲ τὸν Θωμᾶν, ἀλλὰ καὶ τοὺς ἀγγέλους ἀγνοοῦντας τῆς σαρκώσεως τὴν οἰκονομίαν καὶ λέγοντας· «τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ» καὶ πάλιν· «τί αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου;» διδάσκων λέγει· «ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου».

Intertext edge

Open linked passage

Note