Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On
AnacreonOn 1 · textus-receptusMore by Anacreon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/anacreon" aria-label="More works by Anacreon"> —
⋯
More
Original / primary: Textus receptus
1.3.348
γουνοῦμαί σ' ἐλαφηβόλεξανθὴ παῖ Διὸς ἀγρίωνδέσποιν' Ἄρτεμι θηρῶν· ἥ κου νῦν ἐπὶ Ληθαίου 5δίνηισι θρασυκαρδίωνἀνδρῶν ἐσκατορᾶις πόλινχαίρουσ', οὐ γὰρ ἀνημέρουςποιμαίνεις πολιήτας.
1.11.356
ἄγε δὴ φέρ' ἡμὶν ὦ παῖκελέβην, ὅκως ἄμυστινπροπίω, τὰ μὲν δέκ' ἐγχέας 5ὕδατος, τὰ πέντε δ' οἴνουκυάθους ὡς ἂν ὑβριστιῶς† ἀνὰ δηὖτε βασσαρήσω. ἄγε δηὖτε μηκέτ' οὕτωπατάγωι τε κἀλαλητῶιΣκυθικὴν πόσιν παρ' οἴνωιμελετῶμεν, ἀλλὰ καλοῖςὑποπίνοντες ἐν ὕμνοις.
1.12.357
ὦναξ, ὧι δαμάλης Ἔρωςκαὶ Νύμφαι κυανώπιδεςπορφυρῆ τ' Ἀφροδίτησυμπαίζουσιν, ἐπιστρέφεαιδ' ὑψηλὰς ὀρέων κορυφάς· 10γουνοῦμαί σε, σὺ δ' εὐμενὴςἔλθ' ἡμίν, κεχαρισμένηςδ' εὐχωλῆς ἐπακούειν· Κλεοβούλωι δ' ἀγαθὸς γένεο 10σύμβουλος, τὸν ἐμόν γ' ἔρω- τ', ὦ Δεόνυσε, δέχεσθαι.
1.13.358
σφαίρηι δηὖτέ με πορφυρῆιβάλλων χρυσοκόμης Ἔρωςνήνι ποικιλοσαμβάλωισυμπαίζειν προκαλεῖται· 5ἡ δ', ἐστὶν γὰρ ἀπ' εὐκτίτουΛέσβου, τὴν μὲν ἐμὴν κόμην, λευκὴ γάρ, καταμέμφεται, πρὸς δ' ἄλλην τινὰ χάσκει.
1.14.359
Κλεοβούλου μὲν ἔγωγ' ἐρέω, Κλεοβούλωι δ' ἐπιμαίνομαι, Κλεόβουλον δὲ διοσκέω.
1.15.36
ὦ παῖ παρθένιον βλέπωνδίζημαί σε, σὺ δ' οὐ κλύεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆςψυχῆς ἡνιοχεύεις.
1.16.361
ἐγὼ δ' οὔτ' ἂν Ἀμαλθίηςβουλοίμην κέρας οὔτ' ἔτεαπεντήκοντά τε κἀκατὸνΤαρτησσοῦ βασιλεῦσαι
1.31.376
ἀρθεὶς δηὖτ' ἀπὸ Λευκάδοςπέτρης ἐς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι.
1.43.388
πρὶν μὲν ἔχων βερβέριον, καλύμματ' ἐσφηκωμένα, καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶπλευρῆισι‹ ˉˉ› βοός, νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισινκἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων, κίβδηλον εὑρίσκων βίον, πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ' ἐν τροχῶι, πολλὰ δὲ νῶτον σκυτίνηι μάστιγι θωμιχθείς, κόμηνπώγωνά τ' ἐκτετιλμένος· 10νῦν δ' ἐπιβαίνει σατινέων χρύσεα φορέων καθέρματαπαῖς Κύκης† καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖγυναιξὶν αὔτως...
1.50.395
πολιοὶ μὲν ἡμὶν ἤδηκρόταφοι κάρη τε λευκόν, χαρίεσσα δ' οὐκέτ' ἥβηπάρα, γηραλέοι δ' ὀδόντες, 5γλυκεροῦ δ' οὐκέτι πολλὸςβιότου χρόνος λέλειπται· διὰ ταῦτ' ἀνασταλύζωθαμὰ Τάρταρον δεδοικώς· Ἀίδεω γάρ ἐστι δεινὸς 10μυχός, ἀργαλῆ δ' ἐς αὐτὸνκάτοδος· καὶ γὰρ ἑτοῖμονκαταβάντι μὴ ἀναβῆναι.
1.51.396
φέρ' ὕδωρ φέρ' οἶνον ὦ παῖ φέρε‹ δ'› ἀνθεμόεντας ἡμὶνστεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω.
1.53.398
ἀστραγάλαι δ' Ἔρωτός εἰσινμανίαι τε καὶ κυδοιμοί
1.63.408
ἀγανῶς οἷά τε νεβρὸν νεοθηλέαγαλαθηνὸν ὅς τ' ἐν ὕληι κεροέσσηςἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.
1.68.413
μεγάλωι δηὖτέ μ' Ἔρως ἔκοψεν ὥστε χαλκεὺςπελέκει, χειμερίηι δ' ἔλουσεν ἐν χαράδρηι.
1.71.416
ἐγὼ δὲ μισέωπάντας ὅσοι χθονίους ἔχουσι ῥυσμοὺςκαὶ χαλεπούς· μεμάθηκά σ', ὦ Μεγιστῆ, τῶν ἀβακιζομένων
1.72.417
πῶλε Θρηικίη, τί δή με λοξὸν ὄμμασι βλέπουσανηλέως φεύγεις, δοκεῖς δέ μ' οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ' ἔχων στρέφοιμί σ' ἀμφὶ τέρματα δρόμου· 5νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις, δεξιὸν γὰρ ἱπποπείρην οὐκ ἔχεις ἐπεμβάτην.
1.74.419
ἀλκίμων σ' ὦ' ριστοκλείδη πρῶτον οἰκτίρω φίλων· ὤλεσας δ' ἥβην ἀμύνων πατρίδος δουληΐην.

Intertext edge

Open linked passage

Note