Anna Komnena
Alexias
Alex 1.11.5
Choose a text
More by Anna Komnena
—
Pg Scrape Grc
1.11.1
Τοιοῦτος δὲ ὢν ὁ ἀνὴρ καὶ ἄγεσθαι ὅλως μὴ ἀνεχό μενος, ἀπὸ Νορμανίας ἀπάρας μετά τινων ἱππέων, πέντε δὲ ἦσαν ἱππεῖς καὶ πεζοὶ τριάκοντα οἱ πάντες, ἐξελθὼν τῆς πατρίδος περὶ τὰς ἀκρολοφίας καὶ τὰ ἄντρα καὶ τὰ ὄρη τῆς Λογγιβαρδίας διέτριβε χειρὸς λῃστρικῆς κατάρχων καὶ τοῖς ὁδίταις ἐπιτιθέμενος ὅπου μὲν ἵππους, ὅπου δὲ καὶ πράγματα ἄλλα τα καὶ ὅπλα προσεπικτώμενος. Καὶ τὰ προοίμια τοῦ βίου τούτῳ αἱμάτων ἦσαν ἐκχύσεις καὶ ἀνδροφονίαι πολλαί.
1.11.2
Χρονοτριβῶν δὲ ἐν τοῖς μέρεσι τῆς Λογγιβαρδίας οὐκ ἔλαθε Γελίελμον τὸν Μασκαβέλην, ὃς κατ' ἐκεῖνο καιροῦ μέρους μεγίστου τῶν παρακειμένων τῇ Λογγιβαρδίᾳ ἡγεμὼν ἐτύγχανεν ὤν· ὅθεν τὰς εἰσόδους δαψιλεῖς ἀν' ἔτος ἐλάμβανε κἀντεῦθεν δυνάμεις ἱκανὰς ἐπαγόμενος ἐπιφανὴς ἦν ἀρχηγός. Μεμαθηκὼς δὲ περὶ τοῦ Ῥομπέρτου ὁποῖός ἐστι κατ' ἄμφω, ψυχὴν καὶ σῶμά φημι, προσήκατό τε ἀβούλως τὸν ἄνδρα καὶ μίαν τῶν θυγατέρων τούτῳ κατηγγυήσατο. Καὶ πληρώσας τὸ κῆδος, θαυμάσας αὐτὸν τῆς τε φύσεως καὶ τῆς περὶ τὰ στρα τιωτικὰ ἐμπειρίας οὐ μὲν οὖν τὰ κατὰ γνώμην ηὐτύχησεν.
1.11.3
Καὶ γὰρ καὶ πόλιν καθαπερεί τι ἕδνον αὐτῷ ἐδεδώκει καὶ ἄλλα τα προσεπεφιλοτιμήσατο. Ὁ δὲ περὶ αὐτὸν δύσνους γενόμενος καὶ ἐπανάστασιν κατ' αὐτοῦ μελετήσας, τὰ μὲν πρῶτα τὸν εὔνουν ὑπεκρίνετο καὶ τὰς δυνάμεις προσετίθει τριπλασιάσας μὲν τοὺς ἱππεῖς, εἰς δὲ διπλα σίους τοὺς πεζοὺς ποιησάμενος. Καὶ τοὐντεῦθεν ὑπέρρει τὰ τῆς εὐνοίας καὶ κατὰ μικρὸν παρεγυμνοῦτο ἡ κακοή θεια.
1.11.4
Καὶ οὐ διελίμπανε προφάσεις καθ' ἑκάστην σκανδάλων διδοὺς καὶ λαμβάνων καὶ τρόπους συνεχεῖς μηχανώμενος, ἀφ' ὧν ἔριδές τε καὶ μάχαι καὶ πόλεμοι εἰώθασι τίκτεσθαι. Ἐπεὶ δὲ ὁ ῥηθεὶς Γελίελμος ὁ Μασκα βέλης πλούτῳ καὶ δυνάμει κατὰ πολὺ διέφερεν αὐτοῦ, ἀπογνοὺς ὁ Ῥομπέρτος τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μάχην βουλὴν βουλεύεται πονηράν. Καὶ προβάλλεται μὲν τὴν εὔνοιαν καὶ τὸ μεταμέλον πλάττεται καὶ ὑπορύττει δόλον αὐτῷ δεινὸν καὶ δυσφώρατον, τάς τε πόλεις αὐτοῦ κατασχεῖν καὶ κύριος γενέσθαι τῶν προσόντων ἁπάντων τῷ Μασκαβέλῃ.
1.11.5
Καὶ πρῶτα μὲν τὰ πρὸς εἰρήνην ἐπερωτᾷ καὶ συνελθεῖν εἰς λόγους αὐτοπροσώπως διαπρε σβεύεται· ὁ δὲ τὴν πρὸς αὐτὸν εἰρήνην ἀσπάζεται φιλῶν τὴν θυγατέρα ἐξόχως καὶ συντίθεται τὴν ὁμιλίαν ἐς νέωτα. Ὁ δὲ Ῥομπέρτος καταγγέλλει τόπον αὐτῷ, ἐν ᾧ συνελθόντας διαλεχθῆναι προσήκει καὶ τὰς πρὸς ἀλλήλους συνθέσθαι σπονδάς. Ἀκρολοφίαι δὲ ἦσαν δύο ἐξ ἴσου τῆς πεδιάδος ἐξυπανέχουσαι κατὰ διάμετρον τὴν θέσιν λαχοῦ σαι. Τὸ δὲ μεταξὺ τούτων ἑλῶδες ἦν καὶ κατάσκιον δένδροις παντοδαποῖς καὶ φυτοῖς. Ἔνθα καὶ λόχον ἐστή σατο ὁ δεινὸς ἐκεῖνος Ῥομπέρτος τέσσαρας ἄνδρας ἐνό πλους γενναιοτάτους παρεγγυησάμενος πανταχόσε παπταί νειν τὰ ὄμματα· ἐπειδὰν δὲ ἴδοιεν αὐτὸν μετὰ τοῦ Γελιέλμου συμπλεκόμενον, εὐθὺς πρὸς ἐκεῖνον ἀναδραμεῖν μηδὲν τὸ παράπαν μελλήσαντας. Ταῦτ' οὖν προκατασκευά σας ὁ κακουργότατος ἐκεῖνος Ῥομπέρτος τὴν μὲν τῶν ἀκρολοφιῶν εἰς τὴν μετὰ τοῦ Μασκαβέλη ὁμιλίαν χρησι μεύουσαν κατέλιπε φθάσας ταύτην ὑποδεῖξαι αὐτῷ, θατέ ραν δὲ οἷον ἰδιοποιησάμενος, πεντεκαίδεκα ἱππέας καὶ πεζοὺς ὡσεὶ ἓξ καὶ πεντήκοντα μεθ' ἑαυτοῦ συλλαβόμενος ἀνελθὼν ἐν αὐτῇ συνέταξε, τὴν βουλὴν πᾶσαν τοῖς ἀξιο λογωτέροις τούτων ἐξορχησάμενος καὶ ἑνὶ τούτων παραγ γείλας τὰ αὑτοῦ ὅπλα βαστάζειν, ἀσπίδα καὶ κράνος καὶ ἀκινάκην, ὡς ῥᾳδίως διὰ τούτων ἐξοπλισθείη, καὶ τοῖς λοχῶσι τέσσαρσιν ἐπισκήψας, ἵν' ὁπηνίκα τῷ Μασκαβέλῃ συμπλακέντα τοῦτον θεάσοιντο, θᾶττον ἀναδράμωσι πρὸς αὐτόν.
1.11.6
Καὶ ὁ Γελίελμος κατὰ τὴν συγκειμένην ἡμέραν ἤρχετο πρὸς τὴν ἀκρώρειαν εἰς τὸν τόπον, ὃν φθάσας αὐτῷ ὁ Ῥομπέρτος ὑπέδειξε, τὰς μετ' αὐτοῦ συνθήκας πληρώσων. Ὃν ἰδὼν ἐκεῖνος ἐγγύθεν γενόμενον, αὐτῷ τε ἱππότης προσυπηντήκει καὶ ἀσπασάμενος ἐδεξιοῦτο μάλα εὐθύμως. Ἔστησαν οὖν ἄμφω εἰς τὸ πρανὲς μικρὸν τῆς ἀκρολοφίας ὑποκλίναντες ὁμιλοῦντες, ἅττα καὶ ἔμελλον ποιεῖν. Ὁ δὲ δεινὸς ἐκεῖνος Ῥομπέρτος λόγους ἐκ λόγων συνείρων ἔτριβε τὸν καιρόν, εἶτά φησι πρὸς τὸν Γελίελμον «Ἵνα τί τοῖς ἵπποις ἐποχούμενοι κοπιῶμεν; Ἀποβάντες καθεδούμεθα εἰς τοὔδαφος καὶ ἀφροντίστως περὶ ὧν χρὴ ὁμιλήσομεν.» Πείθεται ὁ Μασκαβέλης νήπιος ἀγνοήσας τὸν δόλον καὶ οὗ κακοῦ φέρεται. Καὶ ἀποβαίνοντα τὸν Ῥομπέρτον τοῦ ἵππου θεασάμενος πεζὸς καὶ αὐτὸς τηνι καῦτα εἱστήκει καὶ τῇ γῇ τὸν ἀγκῶνα διερεισάμενος αὖθις λόγων κατήρχετο. Ὁ δὲ Ῥομπέρτος δουλείαν ὁμολόγει τοῦ λοιποῦ τῷ Μασκαβέλῃ καὶ πίστιν εὐεργέτην αὐτὸν καὶ κύριον ὀνομάζων. Θεασάμενοι δὲ τούτους οἱ τοῦ Μασκαβέλη τῶν ἵππων ἀποβάντας καὶ λόγων ἄλλων ὥσπερ καταρχομένους, καμόντες ἀπό τε τοῦ καύσωνος ἀπό τε τοῦ δεηθῆναι καὶ τροφῆς καὶ ποτοῦ, ὥρα γὰρ θέρους ἦν, ὁπηνίκα τὰς ἀκτῖνας ὁ ἥλιος κατὰ κορυφὴν εἴωθε βάλλειν, καὶ τῆς ἀλέας ἀφορήτου γινομένης, οἱ μὲν τῶν ἵππων ἀποβαίνοντες τοὺς χαλινοὺς περὶ τοὺς πτόρθους τῶν δένδρων ἀναδεσμοῦντες εἰς τοὔδαφος κατεκλίνοντο ταῖς ἀπὸ τῶν ἵππων καὶ τῶν δένδρων σκιαῖς ἀναψυχόμενοι, οἱ δὲ οἴκαδε ἐχώρουν.
1.11.7
Ἀλλ' οὗτοι μὲν οὕτως· ὁ δὲ τὰ πάντα δεινὸς Ῥομπέρτος οὕτω ταῦτα προκαταστήσας ἀθρόον ἐπιφύεται τῷ Μασκαβέλῃ καὶ τὸ ἥμερον ἀφεὶς βλέμμα πρὸς τὸ ὀργιλώτερον μεταβάλλεται καὶ φόνιον αὐτῷ ἐπιβάλλει τὴν χεῖρα. Καὶ συμπλακεὶς ἀντισυνεπλέ κετό τε καὶ εἷλκε καὶ εἵλκετο, καὶ ἐκυλίοντο ἄμφω κατὰ τοῦ πρανοῦς. Τούτους δὲ οἱ λοχῶντες τέτταρες ἐκεῖνοι ἄνδρες θεασάμενοι ἀναδύντες τοῦ ἕλους ἐπέδραμον ἤδη τῷ Γελιέλμῳ καὶ ξυνδήσαντες ἁπανταχόθεν ἀνέτρεχον ὡς πρὸς τοὺς εἰς τὴν ἑτέραν ἀκρώρειαν ἱσταμένους ἱππεῖς τοῦ Ῥομπέρτου, ἤδη καὶ αὐτῶν ὑποκαλπαζόντων κατὰ τοῦ παρανοῦς πρὸς αὐτούς· ὄπισθεν δὲ ἐδίωκον οἱ τοῦ Γελιέλμου. Ὁ δέ γε Ῥομπέρτος ἐπιβὰς τοῦ ἵππου κράνοςτε καὶ δόρυ λαβὼν καὶ γοργῶς ἐναγκαλισάμενος καὶ ἀσπίδι περιφράξας ἑαυτὸν ἐπιστραφεὶς πλήττει ἕνα τῶν τοῦ Γελιέλμου διὰ δόρατος, ὁ δ' ἅμα τῇ πληγῇ καὶ τὴν ψυχὴν συναφῄρητο.
1.11.8
Ἐν τοσούτῳ τὴν φορὰν τῶν ἀμφὶ τὸν πενθερὸν ἱππέων ἀναχαιτίσας καὶ τὴν ἀπὸ τούτων βοή θειαν ἀνακόψας (οἱ δέ γε λοιποὶ τοὺς ὑπὲρ κεφαλῆς αὐτῶν καταβαίνοντας ἱππότας τοῦ Ῥομπέρτου ὡς καὶ ἀπὸ τοῦ τόπου βοηθουμένους θεασάμενοι παραχρῆμα τὰ νῶτα διδόασιν), οὕτω γοῦν τὴν φορὰν τῶν τοῦ Μασκαβέλη ἱππέων ἀνακόψαντος τοῦ Ῥομπέρτου, ἄγεται τηνικαῦτα ὁ Μασκαβέλης δέσμιος καὶ αἰχμάλωτος εἰς ὅπερ δέδωκεν αὐτῷ εἰς προῖκα φρούριον, ὅτε τὴν θυγατέρα τούτῳ κατηγ γυήσατο. Καὶ εἶχεν ἄρα τότε τὸν οἰκεῖον δεσπότην ἡ πόλις ἔμφρουρον, φρούριον ἐντεῦθεν εἰκότως προσαγο ρευομένη. Οὐδὲν δὲ χεῖρον καὶ τὴν ὠμότητα τοῦ Ῥο μπέρτου διηγήσασθαι. Ἐπειδὴ γὰρ ἅπαξ ἐγκρατὴς ἐγεγόνει τοῦ Μασκαβέλη, τὰ πρῶτα μὲν τῶν ὀδόντων ἁπάντων ἀποστερεῖ, ἐφ' ἑκάστῳ τούτων προσαπαιτῶν πολυτάλαντον ὁλκὴν νομισμάτων καὶ πυνθανόμενος, οὗ ταῦτα ἐναπέθετο. Ἐπεὶ δὲ οὐκ ἔληγεν ἀπαράσσων, ἔστ' ἂν ἅπαντα ἔλαβε, καὶ ἅμα οἵ τε ὀδόντες ἐξέλιπον καὶ τὰ χρήματα, ἐπὶ τοὺς ὀφθαλμοὺς Γελιέλμου ἐπιβάλλει τοὺς ὀφθαλμοὺς ὁ Ῥομπέρτος καὶ φθονήσας τούτῳ τῶν ὄψεων ἀποστερεῖ τῶν ὀμμάτων.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).