Anna Komnena
Alexias
Alex 7.3.8
Choose a text
More by Anna Komnena
—
Pg Scrape Grc
7.3.1
Ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ πτοηθεὶς μὴ οἱ πρέσβεις τὸ ἅπαν Σκυθικὸν στράτευμα κατ' αὐτοῦ ἐρεθί σαντες ἐπεισπέσωσιν αὐτῷ, οὐκ ὀνείρου δεηθεὶς πρὸς μάχην αὐτὸν ἐποτρύνοντος καθάπερ ποτὲ τὸν Ἀτρέως Ἀγαμέμνονα, ἀλλ' ἀναζέσας πρὸς μάχην τὴν Σιδηρᾶν μετὰ τῶν ταγμάτων διελθὼν τὸν χάρακα περὶ Βιτζίναν ἐπήξατο· ποταμὸς δὲ οὗτος ἀπὸ τῶν παρακειμένων ὀρῶν ῥέων. Πολλοὶ δὲ τηνικαῦτα χορταγωγίας χάριν τοῦ χάρακος πορρωτέρω γενόμενοι ἀνῃρέθησαν, πολλοὶ δὲ καὶ κατεσχέ θησαν. Ὁ δὲ αὐτοκράτωρ κατὰ τὸ περίορθρον ταχὺ κατα λαμβάνει τὴν Πλίσκοβαν κἀκεῖθεν εἰς ἀκρολοφίαν τινὰ τοῦ Συμεῶνος καλουμένην ἄνεισιν, ἣ καὶ Βουλευτήριον τῶν Σκυθῶν ἐγχωρίως ὠνομάζετο. Τὰ αὐτὰ δὲ πάλιν τοῖς τῶν χρειωδῶν συγκομιδῆς χάριν τῆς παρεμβολῆς μακρὰν γενομένοις συνέβαινε.
7.3.2
Τῇ δὲ μετ' αὐτὴν παρά τινα ποταμὸν ἔρχεται ἀγχοῦ τῆς Δρίστρας ῥέοντα καὶ ὡσεὶ σταδίους εἴκοσι πρὸς τοῖς τέσσαρσιν ἀπέχοντα κἀκεῖσε τὰς σκευὰς καταθέμενος τὸν χάρακα πήγνυται. Ἐπεισ πεσόντες δὲ ἀθρόον οἱ Σκύθαι τῇ τοῦ βασιλέως σκηνῇ ἐξ ἑτέρου ἀνεῖλον μὲν τῶν ψιλῶν τοῦ στρατοῦ ἱκανούς, κατέσχον δὲ καί τινας τῶν ἐκθυμότερον ἀγωνισαμένων Μανιχαίων. Καὶ θόρυβος ἐπὶ τούτοις τοῦ στρατεύματος ἦρτο πολὺς καὶ σύγχυσις, ὡς καὶ τὴν βασιλικὴν κατα πεσεῖν σκηνὴν ἐξ αἰτίας τῶν ἀτάκτως θεόντων ἵππων, ὅπερ τοῖς μὴ εὔνως πρὸς τὸν αὐτοκράτορα διακειμένοις κακὸς οἰωνὸς ἔδοξεν. Ἀλλ' ὁ μὲν βασιλεὺς τοὺς ἐπεισπε σόντας βαρβάρους διά τινος στρατιᾶς ἐξελάσας πόρρω που τῆς σκηνῆς, ὅπως μὴ θορυβοῖεν, εὐθὺς ἐποχηθεὶς ἐκεῖθεν καὶ καταστείλας τὸν θόρυβον σὺν αὐταῖς δυνάμεσι μετ' εὐταξίας τὴν πορείαν ποιησάμενος καταλαμβάνει τὴν Δρίστραν (πόλις δὲ αὕτη τῶν περὶ τὸν Ἴστρον διακειμένων περιφανής) πολιορκήσων ταύτην δι' ἑλεπόλεων. Καὶ δῆτα ἔργου ἁψάμενος καὶ πανταχόθεν ταύτην πολιορκῶν καὶ καταρράξας μίαν τῶν ταύτης πλευρῶν εἰσῄει μετὰ παντὸς τοῦ στρατεύματος.
7.3.3
Αἱ δὲ δύο ἀκροπόλεις τῆς ῥηθείσης πόλεως ἔτι παρὰ τῶν συγγενῶν κατείχοντο τοῦ καλουμένου Τατοῦ ἐκείνου προφθάσαντος ἀπελθεῖν ἐφ' ᾧ ἐπενδύσασθαι Κομάνους καὶ ἐπαναστρέψαι εἰς ἀρωγὴν τῶν Σκυθῶν. Ὃς ἐν τῷ ἐκεῖθεν ὑποχωρεῖν συντασσόμενος τοῖς ἰδίοις ἔφη ὡς· «Ἐγὼ μὲν ἀκριβῶς οἶδα τὸν βασιλέα τουτὶ τὸ κάστρον πολιορκῆσαι μέλλοντα. Ἐπὰν οὖν αὐτοὶ τοῦτον θεάσησθε τὴν πεδίαδα ταύτην καταλαβόντα, σπεύσατε ὑμεῖς προκαταλαβεῖν εἰς τὸν ὑπερκείμενον αὐχένα ἐπικαιρότατον ὄντα τῶν ἄλλων κἀκεῖσε τὸν χάρακα πήξασθαι, ὡς μὴ ἐκεχειρίαν ἔχειν τὸν αὐτοκράτορα πολιορκεῖν τὸ φρούριον, ἀλλὰ καὶ ὄπισθεν ὁμῶς ἔχειν τὸν νοῦν τὴν ἐξ ὑμῶν ὑφορώμενον βλάβην. Ὑμεῖς δὲ πανήμεροι καὶ παννύχιοι κατ' αὐτοῦ πέμποντες ἀμοι βαδὸν στρατιώτας μὴ ἐνδιδόατε». Ὁ δὲ αὐτοκράτωρ στοχασάμενος τοῦ δέοντος καταλιπὼν τὴν τῶν ἀκροπόλεων πολιορκίαν κἀκεῖθεν ἐξελθὼν περί τινα ῥύακα ἀγχοῦ τοῦ Ἴστρου διακείμενον τὸν χάρακα ἐπήξατο βουλευόμενος εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις.
7.3.4
Ὁ μὲν οὖν Παλαιο
7.3.5
λόγος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος τὸν μετὰ τῶν Πατζινάκων ἀνεβάλλοντο πόλεμον, ὁπλισαμένους δὲ συνε βούλευον τὴν μεγάλην Περισθλάβαν καταλαβεῖν. «Οἱ γὰρ Σκύθαι οὕτω πορευομένους ἡμᾶς καθωπλισμένους μετ' εὐκοσμίας θεώμενοι οὐδαμῶς τὸν καθ' ἡμῶν ἀποθαρρήσουσι πόλεμον» ἔλεγον. «Εἰ δὲ καὶ οἱ ἱππεῖς ἄτερ τῶν ἁμαξῶν τοῦ πολέμου κατατολμήσειαν, εὖ ἴσθι, ἡττηθήσονται καὶ ἡμεῖς τοῦ λοιποῦ ὀχύρωμα ἐρυμνότατον τὴν μεγάλην ἕξομεν Περισθλάβαν.» Πόλις δὲ αὕτη περιφανὴς περὶ τὸν Ἴστρον διακειμένη, ποτὲ μὲν οὐ τοὔνομα τοῦτο ἔχουσα τὸ βαρβαρικόν, ἀλλ' ἑλληνίζουσα περὶ τὴν προσηγορίαν, μεγάλη πόλις καὶ οὖσα καὶ λεγομένη. Ἀφ' οὗ δὲ Μόκρος ὁ τῶν Βουλγάρων βασιλεὺς καὶ οἱ ἐξ ἐκείνου γενόμενοι καὶ προσέτι γε Σαμουὴλ ὁ τελευταῖος τῆς Βουλγαρικῆς δυνα στείας, καθάπερ ὁ Σεδεκίας τῶν Ἰουδαίων, τῆς ἑσπέρας κατέδραμον, σύνθετον ἐκτήσατο τὴν προσηγορίαν ἀπό τε τῆς ἑλληνικῆς σημασίας μεγάλη ἐπονομαζομένη καὶ τὴν ἀπὸ τῶν Σθλαβογενῶν ἐπισυρομένη λέξιν, μεγάλη Περι σθλάβα πανταχόθεν τούτοις φημιζομένη.
7.3.5
«Ταύτην τοίνυν κρησφύγετον ἔχοντες» οἱ ἀμφὶ τὸν Μαυροκατα καλὼν ἔλεγον «καὶ ὁσημέραι δι' ἀκροβολισμῶν τοῖς Σκύ θαις προσβάλλοντες οὐ παυσόμεθα ζημιοῦντες αὐτοὺς μηδ' ὅλως τούτους τῆς οἰκείας παρεμβολῆς χορταγωγίας χάριν ἢ τῆς τῶν χρειωδῶν συγκομιδῆς συγχωροῦντες ἐξεληλυθέναι». Τούτων οὖν τῶν λόγων τριβομένων ἀπο βάντες οἱ τοῦ Διογένους υἱοὶ τῶν σφετέρων ἵππων, οἷα νέοι καὶ τῆς τῶν μόθων κακότητος ἄγευστοι, ὅ τε Νικη φόρος καὶ ὁ Λέων, τοὺς χαλινοὺς ἀφελόμενοι πλήξαντές τε αὐτοὺς κατὰ τῶν κέγχρων ἐξήλασαν ἐπειπόντες «Μὴ δέδιθι, βασιλεῦ· αὐτοὶ γὰρ τοὺς ἀκινάκεις σπασάμενοι διαμελίσομεν αὐτούς.»
7.3.6
Ὁ δὲ βασιλεὺς φιλοκινδυ νότατος ὢν καὶ προαρπάζειν πεφυκὼς τὰς μάχας οὐδ' εἰς νοῦν ὅλως τῶν ἀπειργόντων αὐτὸν τοὺς λόγους ἐβάλετο, ἀλλὰ τὴν βασιλικὴν σκηνὴν καὶ τὰς σκευὰς ἁπάσας ἀνα θέμενος τῷ Κουτζομίτῃ Γεωργίῳ πρὸς τὸ Βέτρινον ἐξέπεμψε, τὸ δὲ στράτευμα ἐπέταξε μὴ λύχνον μηδὲ πῦρ ἀνάψαι τὸ παράπαν κατὰ τὴν ἑσπέραν ἐκείνην, ἀλλὰ τοὺς ἵππους κατέχοντας ἐγρηγορέναι μέχρις ἡλίου ἀνατολῆς. Αὐτὸς δὲ κατὰ τὸ περίορθρον ἔξεισι τῆς παρεμβολῆς καὶ τὰς δυνάμεις διελὼν καὶ τὰς φάλαγγας εἰς πολέμου καταστησάμενος σχῆμα παραθέων ἐθεᾶτο τὸ στράτευμα. Εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτὸς συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Λατίνων τῷ τότε ἡγεμονεύοντος καὶ ἑτέρων γενναίων ἀνδρῶν. Τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος Καῖσαρ ὁ Μελισσηνὸς ὁ ἐπ' ἀδελφῇ γαμβρὸς αὐτοῦ. Κατὰ δὲ τὸ δεξιὸν ἡγεμόνες ἵσταντο ὅ τε Καστα μονίτης καὶ ὁ Τατίκιος· τῶν δὲ ἐθνικῶν ὅ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται. Ἓξ δὲ τὸν ἀριθμὸν διελόμενος τὴν αὐτοῦ φυλακὴν ἐπέτρεψε πρὸς αὐτόν τε ὁρᾶν παραγ γείλας καὶ μηδενὶ τὸ παράπαν προσεσχηκέναι ἑτέρῳ, τούς τε δύο υἱούς φημι Ῥωμανοῦ τοῦ Διογένους καὶ Νικόλαον τὸν Μαυροκατακαλὼν πολλὴν ἐκ μακροῦ πεῖραν τῶν πολέ μων ἐσχηκότα καὶ τὸν Ἰωαννάκην καὶ τὸν ἄρχοντα Βαραγ γίας Ναμπίτην καὶ Γουλήν τινα καλούμενον πατρῷον θεράποντα.
7.3.7
Ἀλλὰ καὶ οἱ Σκύθαι σχῆμα πολέμου δια τυπώσαντες ἐκ φυσικῆς ἐπιστήμης πολεμεῖν εἰδότες καὶ κατὰ φάλαγγα ἵστασθαι καὶ λόχους καθίσαντες καὶ τὰς τάξεις τοῖς τακτικοῖς δεσμήσαντες σφίγμασι καὶ κατα πυργώσαντες οἱονεὶ ταῖς ἁρμαμάξαις τὸ στράτευμα ἰλαδὸν κατὰ τοῦ αὐτοκράτορος ᾔεσαν καὶ ἠκροβολίζοντο πόρρωθεν. Ὁ δὲ αὐτοκράτωρ συναρμόσας ταῖς ἴλαις τὸ στρατόπεδον τῶν ὁπλιτῶν οὐδενὶ προπηδᾶν ἐνετέλλετο οὐδὲ τὸν συνασ πισμὸν λύειν, μέχρις ἂν ἀγχέμαχοι τοῖς Σκύθαις γένων ται· εἶτ' ἐπειδὰν τὸ μεσαίχμιον ἀποχρῶν πρὸς χαλινὸν ἕνα ἀμφοτέρων τῶν στρατευμάτων κατ' ἀλλήλων ἱεμένων θεάσοιντο, ὁμόσε κατὰ τῶν ἐναντίων χωρῆσαι.
7.3.8
Οὕτω τοίνυν τοῦ αὐτοκράτορος ἑτοιμαζομένου πόρρωθεν ἀνε φάνησαν οἱ Σκύθαι σὺν αὐταῖς ἁρμαμάξαις καὶ γυναιξὶ καὶ παισὶν ἐρχόμενοι. Συρραγέντος δὲ τοῦ πολέμου ἀπὸ πρωΐας μέχρι δείλης ἑσπέρας ἀνδροκτασία γέγονε πολλὴ ἐξ ἑκατέρων τῶν μερῶν πιπτόντων συχνῶν. Ὁπηνίκα καὶ Λέων ὁ τοῦ Διογένους υἱὸς σφοδρότερον κατὰ τῶν Σκυθῶν ἐξιππασάμενος καὶ πλέον τοῦ δέοντος πρὸς τὰς ἁμάξας παρασυρεὶς καιρίαν πληγεὶς πέπτωκεν. Ἀδριανὸς δὲ ὁ τοῦ κρατοῦντος ἀδελφός, ὁ καὶ τὴν τῶν Λατίνων ἡγεμο νίαν ἐμπεπιστευμένος τότε, τὴν τῶν Σκυθῶν ὁρμὴν ἀνύποιστον θεασάμενος ὅλους ῥυτῆρας ἐνδοὺς καὶ μέχρι τῶν ἁμαξῶν ἑαυτὸν ἐμβαλὼν ἔπειτα γενναίως ἀγωνισά μενος μετὰ ἑπτὰ καὶ μόνων ἐπανέστρεψε τῶν ἄλλων ἁπάντων παρὰ τῶν Σκυθῶν ἀποσφαγέντων, τῶν δὲ κατα σχεθέντων. Τῆς δὲ μάχης ἐπὶ τρυτάνης ἱσταμένης ἔτι ἐκθύμως ἄμφω τῶν στρατευμάτων μαχομένων, ἐπεὶ λοχαγοί τινες τῶν Σκυθῶν μετὰ τριάκοντα πρὸς ταῖς ἓξ χιλιάδων πόρρωθεν ἐρχόμενοι ἀνεφάνησαν, οὐκέτι στέγειν πρὸς τοσούτους οἱ Ῥωμαῖοι ἔχοντες τὰ νῶτα τηνικαῦτα διδόασιν.
7.3.9
Ὁ μέντοι βασιλεὺς προβέβλητο τῆς οἰκείας δυνάμεως καὶ ξιφηφόρος εἱστήκει, τῇ ἑτέρᾳ δὲ τῶν χειρῶν τῆς τοῦ Λόγου μητρὸς τὸ ὠμόφορον σημαίαν κατέχων ἵστατο μεθ' ἱππέων γενναίων ἀνδρῶν εἴκοσι καταλειφθείς, Νικηφόρου φημὶ τοῦ υἱοῦ τοῦ Διογένους καὶ Μιχαὴλ τοῦ πρωτοστράτορος τοῦ Δούκα καὶ ἀδελφοῦ τῆς Αὐγούστης, συμπαρόντων καὶ πατρῴων θεραπόντων. Εἰσπηδήσαντες δέ τινες πεζοὶ Σκύθαι τρεῖς οἱ μὲν αἱροῦσιν αὐτὸν ἑκατέ ρωθεν τοῦ χαλινοῦ, ὁ δ' ἀπὸ τῆς κνήμης τῆς δεξιᾶς. Ὁ δὲ τοῦ ἑνὸς τὴν χεῖρα εὐθὺς ἀποτέμνει, ἕτερον δὲ τὸν ἀκινάκην ἀνατείνας καὶ ἐμβριμησάμενος ὀπισθόρμητον ἐποί ησε· τὸν δὲ τῆς κνήμης τοῦτον κατέχοντα πλήττει κατὰ τῆς κόρυθος. Τὴν δὲ φορὰν τοῦ ξίφους ἐλαφροτέραν ἐπήνεγκεν, οὐδ' ὅλῃ χειρὶ τὴν πληγὴν ἐποίει πτοούμενος μὴ δυεῖν θάτερον αὐτῷ συμβαίη τῆς σφοδροτέρας φορᾶς τῶν ξιφῶν ὡς ἐπίπαν διολισθαινούσης καὶ ἢ τὸν ἑαυτοῦ πόδα πλήξῃ ἢ τὸν ἵππον ἐν ᾧ ἐπωχεῖτο καὶ οὕτως ἁλώ σιμος τοῖς ἐχθροῖς γένηται. Διὰ τοῦτο καὶ δευτέραν αὐτῷ γοργῶς ἐπάγει πληγὴν μετὰ νουνεχείας τὰς τῆς χειρὸς κινήσεις ποιούμενος. Ἐν πάσαις γὰρ ταῖς πράξεσι καὶ τοῖς λόγοις καὶ τοῖς κινήμασι τὸν λόγον εἶχεν ἐπιστα τοῦντα, οὔθ' ὑπὸ θυμοῦ ἐκφερόμενος οὔτ' ἐπιθυμίαις ὑπο συρόμενος. Τῆς κόρυθος δὲ προαναδραμούσης τῇ προτέρᾳ πληγῇ τῇ τοῦ Σκύθου κεφαλῇ ψιλῇ τὸ ξίφος προσέπαισεν· ὁ δ' εὐθὺς ἄφωνος κατὰ γῆς ἔκειτο.
7.3.10
Τὴν οὖν ἄμετρον φυγὴν τῶν ταγμάτων θεασάμενος ὁ πρωτοστράτωρ (αἱ φάλαγγες γὰρ ἤδη διεσπάσθησαν φευγόντων ἀκρατῶς), «Ἵνα τί», φησι, «βασιλεῦ, τοῦ λοιποῦ ἐνταῦθα ἐγκαρ τερεῖν πειρᾷ; Ἵνα τί τὴν ζωὴν προδίδως ἀφειδήσας παντάπασι τῆς ἑαυτοῦ σωτηρίας»; Ὁ δὲ βέλτιον γεν ναίως μαχομένους ἀποθανεῖν ἔφη ἢ ἀγεννές τι πεποιη κότας σωθῆναι. Ὁ δὲ πρωτοστράτωρ· «Εἰ μὲν τῶν κοινῶν εἶς τις ὢν ταῦτ' ἔλεγες, ἐπαίνου ἦς ἄξιος· εἰ δὲ ὁ σὸς θάνατος κοσμικὸν ἐπάγει τὸν κίνδυνον, ἵνα τί μὴ τὸ βέλ τιον αἱρῇ; Εἰ γὰρ σωθείης, καὶ αὖθις πολεμήσων νική σεις». Τὸν οὖν κίνδυνον ὑπὲρ κεφαλῆς ἤδη ἱστάμενον ὁρῶν ὁ αὐτοκράτωρ ἀναισχύντως τῶν Σκυθῶν αὐτῷ προσ βαλόντων καὶ τὰς σῳζούσας ἀπεγνωκὼς ἐλπίδας, «Καιρὸς ἤδη τῆς ἑαυτῶν σὺν Θεῷ πεφροντικέναι σωτηρίας», εἶπε «πλὴν ἀλλ' οὐ τὴν αὐτὴν τοῖς φεύγουσι πορεύεσθαι δεῖ, ὅπως μὴ οἱ τοὺς ἡμετέρους διώκοντες ἐν τῷ ἐπανέρ χεσθαι συναντῶσιν ἡμῖν, ἀλλὰ χρή», ὑποδείξας τῇ χειρὶ τοὺς κατὰ τὸ ἄκρον τῆς παρατάξεως ἱσταμένους Σκύθας, «κατ' αὐτῶν ἐξιππάσασθαι ὡς σήμερον γεννηθέντας καὶ τεθνηξομένους. Καὶ οὕτως ὄπισθεν Θεοῦ ἐπαρήγοντος τῆς τῶν Σκυθῶν γεγονότες παρατάξεως ἐφ' ἑτέραν ἄτρα πον βαδιούμεθα». Ταῦτ' εἰπὼν καὶ τοὺς ἄλλους ἐποτρύνας πρῶτος αὐτὸς ὡς πῦρ κατὰ τῶν Σκυθῶν ἵεται καὶ τὸν συναντήσαντα παίει· ὁ δ' εὐθὺς ἐξεκυλίσθη τῆς ἕδρας. Καὶ οὕτω τοῦ Σκυθικοῦ συνασπισμοῦ διασχισθέντος μετὰ τῶν ἀμφ' αὐτὸν τὴν ὄπισθεν τῶν Σκυθῶν κατέλαβε χώραν.
7.3.11
Ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς· τὸν δὲ πρωτοστράτορα ὀλισθήσαντος αὐτῷ τοῦ ἵππου κατενεχθῆναι συμβέβηκεν· εἶς δέ τις τῶν αὐτοῦ θεραπόντων παραχρῆμα τὸν ἴδιον αὐτῷ δίδωσιν ἵππον. Ἐφθακὼς δὲ τὸν αὐτοκράτορα οὐκέτι αὐτοῦ χωρίζεται οὐδὲ βῆμα ποδὸς ἐξόχως τοῦτον ποθῶν. Συγχύσεως δὲ πολλῆς οὔσης τῶν μὲν φευγόντων, τῶν δὲ διωκόντων φθάνουσιν αὖθις ἕτεροι Σκύθαι τὸν βασιλέα. Καὶ ὃς παραχρῆμα ἐπιστραφεὶς πλήττει τὸν διώκοντα, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἄλλους, ὡς οἱ τότε συμπα ρόντες διενίσταντο, ἀνεῖλεν. Εἷς δέ τις Σκύθης Νικηφό ρον τὸν Διογένην ἐξ ὀπισθίων φθάσας πλήττειν ἔμελλεν, ὃν ὁ αὐτοκράτωρ θεασάμενος πρὸς τὸν Διογένην ἐφώνει «Ὅρα καὶ ὄπισθεν, Νικηφόρε». Ὁ δὲ γοργῶς ἐπιστραφεὶς πλήττει αὐτὸν κατὰ τῆς ὄψεως. Καὶ ὡς τοῦ βασιλέως ἐν ὑστέροις χρόνοις διηγουμένου ἠκηκόειμεν, οὐδέποτε τάχος τοιοῦτον ἢ περιδεξιότητα ἀνδρὸς ἐθεάσατο. Καὶ ὡς, «Εἰ μή» φησιν «ἐγὼ τὴν σημαίαν κατεῖχον κατ' ἐκείνην τὴν ἡμέραν, ὑπὲρ τὰς ἰδίας τρίχας πλήξας ἂν Σκύθας ἀνεῖ λον» οὐ περιαυτολογῶν. Τίς γὰρ τοσοῦτον εἰς ἔσχατον ταπεινότητος ἤλασεν; Ἀλλὰ γὰρ ὁ λόγος καὶ τῶν πραγ μάτων ἡ φύσις αὐτὸν ἠνάγκαζε καὶ τὰ κατ' αὐτὸν πρὸς ἡμᾶς κυκλόθεν τοὺς οἰκείους αὐτῷ ἐνίοτε ἐκλαλεῖν καὶ ταῦτα παρ' ἡμῶν πολλὰ βιαζόμενον· πρὸς δὲ τοὺς ἔξωθεν οὐδεὶς τῶν ἁπάντων ἤκουσεν ὑπέρκομπόν τι τὸν αὐτοκρά τορα διηγούμενον.
7.3.12
Ἀνέμου δὲ σφοδροῦ πνεύσαντος καὶ τῶν Πατζινάκων προσβαλλόντων οὐκέτι εὐτόνως εἶχε τὴν σημαίαν κατέχειν. Ἐπεὶ δέ τις Σκύθης μεταχειρι σάσμενος δόρυ μακρὸν δι' ἀμφοτέρων τῶν χειρῶν ἔπληξεν αὐτὸν κατὰ τοῦ γλουτοῦ, διέτρησε μὲν τὸν χρῶτα οὐδαμῶς, ὀδύνην δὲ ἐνεποίησεν ἀνήκεστον, ἥτις καὶ ἐπὶ πολλοῖς διέμεινεν αὐτῷ ἔτεσι. Διὰ τοῦτο ἐπὶ τοσοῦτον βιασθεὶς τὴν σημαίαν περιστείλας ἔν τινι τῶν χαμαιδρύων κατατί θησιν, ὡς μηκέτι ὁρᾶσθαι παρά του· αὐτὸς δὲ διὰ τῆς νυκτὸς διεσώθη εἰς Γολόην. Καὶ μεθ' ἡμέρας καταλαβὼν τὴν Βερόην διεκαρτέρει πρίασθαι τοὺς δορυαλώτους ἐθέλων.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).