Test12Patr
Testaments of the Twelve Patriarchs
T. XII Patr. 2.3
Choose a text
More by Anonymous (test12patr)
—
Textus receptus
2.1
ΔΙΑΘΗΚΗ ΣΥΜΕΩΝ Β ΠΕΡΙ ΦΘΟΝΟΥ Ἀντίγραφον λόγων Συμεών, ἃ ἐλάλησε τοῖς υἱοῖς αὐτοῦ, πρὸ τοῦ θανεῖν αὐτὸν ἑκατοστῷ εἰκοστῷ ἔτει τῆς ζωῆς αὐτοῦ, ἐν ᾧ ἔτει ἀπέθανεν Ἰωσήφ. Ἦλθον γὰρ ἐπισκέψασθαι αὐτὸν ἀρρωστοῦντα, καὶ ἐνισχύσας ἐκάθισε, καὶ κατεφίλησεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς:
2.2
Ἀκούσατε, τέκνα, ἀκούσατε Συμεὼν τοῦ πατρὸς ὑμῶν, ὅσα ἔχω ἐν τῇ καρδίᾳ μου. Ἐγὼ ἐγεννήθην ἐξ Ἰακὼβ τοῦ πατρός μου υἱὸς δεύτερος, καὶ Λία ἡ μήτηρ μου ἐκάλεσέ με Συμεῶνα, ὅτι ἤκουσε Κύριος τῆς δεήσεως αὐτῆς. Δυνατὸς ἐγενόμην σφόδρα, οὐκ ἐδειλίασα πρᾶξιν, οὐδὲ ἐφοβήθην ἀπὸ παντὸς πράγματος. Ἡ γὰρ καρδία μου ἦν σκληρά, καὶ τὰ ἥπατά μου ἀκίνητα, καὶ τὰ σπλάγχνα μου ἀσυμπαθῆ: ὅτι καὶ ἡ ἀνδρεία ἀπὸ ὑψίστου δέδοται τοῖς ἀνθρώποις ἐν ψυχαῖς καὶ ἐν σώμασι. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἐζήλωσα τῷ Ἰωσήφ, ὅτι ἠγάπα αὐτὸν ὁ πατὴρ ἡμῶν: καὶ ἐστήρισα ἐπ' αὐτὸν τὰ ἥπατά μου τοῦ ἀνελεῖν αὐτόν, ὅτι ὁ ἄρχων τῆς πλάνης, ἀποστείλας τὸ πνεῦμα τοῦ ζήλου, ἐτύφλωσέ μου τὸν νοῦν, μὴ προσέχειν αὐτῷ ὡς ἀδελφῷ, καὶ μὴ φείσασθαι Ἰακὼβ τοῦ πατρός μου. Ἀλλ' ὁ Θεὸς αὐτοῦ καὶ ὁ Θεὸς τῶν πατέρων αὐτοῦ, ἀποστείλας τὸν ἄγγελον αὐτοῦ, ἐρρύσατο αὐτὸν ἐκ τῶν χειρῶν μου. Ὡς γὰρ ἐγὼ ἐπορεύθην ἐν Σικίμοις, ἐνέγκαι ἄλειμμα τοῖς ποιμνίοις, καὶ Ῥουβὴμ εἰς Δοθαείμ, ὅπου τὰ ἐγχρῄζοντα ἡμῖν, καὶ πᾶσα ἡ ἀπόθεσις, Ἰούδας ὁ ἀδελφὸς ἡμῶν ἐπώλησεν αὐτὸν τοῖς Ἰσμαηλίταις. Καὶ ἐλθὼν Ῥουβὴμ ἐλυπήθη: ἤθελε γὰρ αὐτὸν διασῶσαι πρὸς τὸν πατέρα. Ἐγὼ δὲ ὠργίσθην πρὸς τὸν Ἰούδαν, ὅτι ζῶντα αὐτὸν ἀπέλυσε: καὶ ἐποίησα μῆνας πέντε ὀργιζόμενος αὐτῷ. καίγε συνεπόδισέ με ὁ Θεὸς καὶ ἐκώλυσεν ἀπ' ἐμοῦ δράσιν χειρῶν: ὅτι ἡ χείρ μου ἡ δεξιὰ ἡμίξηρος ἦν ἐπὶ ἡμέρας ἑπτά. Καὶ ἔγνων, τέκνα, ὅτι περὶ Ἰωσὴφ τοῦτό μοι συνέβη: καὶ μετανοήσας ἔκλαυσα, καὶ ηὐξάμην Κυρίῳ, ἵνα ἀποκαταστήσῃ τὴν χεῖρά μου, καὶ ἀπόσχομαι ἀπὸ παντὸς μολυσμοῦ καὶ φθόνου καὶ ἀπὸ πάσης ἀφροσύνης. Ἔγνων γάρ, ὅτι πονηρὸν πρᾶγμα ἐνεθυμήθην ἐνώπιον Κυρίου, καὶ Ἰακὼβ τοῦ πατρός, διὰ Ἰωσὴφ τὸν ἀδελφόν μου, φθονήσας αὐτῷ.
2.3
Καὶ νῦν, τέκνα, φυλάξασθε ἀπὸ τῶν πνευμάτων τῆς πλάνης καὶ τοῦ φθόνου. Καὶ γὰρ ὁ φθόνος κυριεύει πάσης τῆς διανοίας τοῦ ἀνθρώπου καὶ οὐκ ἀφίησιν αὐτὸν οὔτε φαγεῖν, οὔτε πιεῖν, οὔτε ποιῆσαί τι ἀγαθόν: πάντοτε ὑποβάλλει ἀνελεῖν τὸν φθονούμενον: καὶ ὁ μὲν φθονούμενος πάντοτε ἀνθεῖ, ὁ δὲ φθονῶν μαραίνεται. Δύο ἔτη ἡμερῶν ἐν φόβῳ Κυρίου ἐκάκωσα ἐν νηστείᾳ τὴν ψυχήν μου: καὶ ἔγνων ὅτι ἡ λύσις τοῦ φθόνου διὰ φόβου Θεοῦ γίνεται. Ἐάν τις ἐπὶ Κύριον καταφύγῃ, ἀποτρέχει τὸ πονηρὸν πνεῦμα ἀπ' αὐτοῦ, καὶ γίνεται ἡ διάνοια κούφη: καὶ λοιπὸν συμπαθεῖ τῷ φθονουμένῳ, καὶ οὐ καταγινώσκει τῶν ἀγαπώντων αὐτόν, καὶ οὕτως παύεται τοῦ φθόνου.
2.4
Καὶ ἦν ἐρωτῶν ὁ πατὴρ περὶ ἐμοῦ, ὅτι ἑώρα με σκυθρωπόν, καὶ ἔλεγον: Τὰ ἥπατά μου κακοῦμαι ἐγώ. Ἐπένθουν γὰρ παρὰ πάντας, ὅτι ἐγὼ ἤμην αἴτιος τῆς πράσεως Ἰωσήφ. Καὶ ὅτε κατέβημεν εἰς Αἴγυπτον, καὶ ἔδησέ με ὡς κατάσκοπον, ἔγνων ὅτι δικαίως πάσχω, καὶ οὐκ ἐλυπούμην. Ἰωσὴφ δὲ ἦν ἀνὴρ ἀγαθός, καὶ ἔχων πνεῦμα Θεοῦ ἐν ἑαυτῷ, εὔσπλαγχνος καὶ ἐλεήμων, οὐκ ἐμνησικάκησέ μοι, ἀλλὰ καὶ ἠγάπησέ με, ὡς τοὺς ἄλλους ἀδελφούς. φυλάξασθε οὖν, τέκνα μου, ἀπὸ παντὸς ζήλου καὶ φθόνου, καὶ πορεύεσθε ἐν ἁπλότητι ψυχῆς, καὶ ἐν ἀγαθῇ καρδίᾳ, ἐννοῶντες τὸν πατράδελφον ὑμῶν, ἵνα δῴη καὶ ὑμῖν ὁ Θεὸς χάριν, καὶ δόξαν, καὶ εὐλογίαν ἐπὶ τὰς κεφαλὰς ὑμῶν καθὼς εἴδετε ἐν αὐτῷ. Πάσας τὰς ἡμέρας οὐκ ὠνείδισεν ἡμᾶς περὶ τοῦ λόγου τούτου, ἀλλ' ἠγάπησεν ἡμᾶς ὡς τὴν ψυχὴν αὐτοῦ καὶ ὑπὲρ τοὺς υἱοὺς αὐτοῦ: καὶ ἐδόξασεν ἡμᾶς, καὶ πλοῦτον καὶ κτήνη καὶ καρποὺς πᾶσιν ἡμῖν ἐχαρίσατο. Καὶ ὑμεῖς οὖν, τέκνα μου ἀγαπητά, ἀγαπήσατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ ἐν ἀγαθῇ καρδίᾳ, καὶ ἀποστήσατε ἀφ' ὑμῶν τὸ πνεῦμα τοῦ φθόνου, ὅτι ἀγριοῖ τοῦτο τὴν ψυχήν, καὶ φθείρει τὸ σῶμα, ὀργὴν καὶ πόλεμον παρέχει τὸ διαβούλιον, καὶ εἰς αἵματα παροξύνει, καὶ εἰς ἔκστασιν ἄγει τὴν διάνοιαν, καὶ οὐκ ἐᾷ τὴν σύνεσιν ἀνθρώποις ἐνεργεῖν: ἀλλὰ καὶ τὸν ὕπνον ἀφαιρεῖ, καὶ κλόνον παρέχει τῇ ψυχῇ, καὶ τρόμον τῷ σώματι: ὅτι καίγε ἐν ὕπνῳ τις ζῆλος κακίας αὐτὸν φαντάζουσα κατεσθίει καὶ ἐν πνεύμασι πονηροῖς διαταράσσει τὴν ψυχὴν αὐτοῦ, καὶ ἐκθροεῖσθαι τὸ σῶμα ποιεῖ, καὶ ἐν ταραχῇ διυπνίζεσθαι τὸν νοῦν, καὶ ὡς πνεῦμα πονηρὸν καὶ ἰοβόλον ἔχων, οὕτως φαίνεται τοῖς ἀνθρώποις.
2.5
Διὰ τοῦτο Ἰωσὴφ ἦν ὡραῖος τῷ εἴδει, καὶ καλὸς τῇ ὄψει, ὅτι οὐκ ἐνοίκησεν ἐν αὐτῷ οὐδὲν πονηρόν: ἐκ γὰρ ταραχῆς τοῦ πνεύματος τὸ πρόσωπον δηλοῖ. Καὶ νῦν, τέκνα μου, ἀγαθύνατε τὰς καρδίας ὑμῶν ἐνώπιον Κυρίου, καὶ εὐθύνατε τὰς ὁδοὺς ὑμῶν ἐνώπιον τῶν ἀνθρώπων, καὶ ἔσεσθε εὑρίσκοντες χάριν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. Καὶ φυλάσσεσθε τοῦ μὴ πορνεύειν: ὅτι ἡ πορνεία μήτηρ ἐστὶ πάντων τῶν κακῶν, χωρίζουσα Θεοῦ καὶ προσεγγίζουσα τῷ Βελίαρ. Ἑώρακα γὰρ ἐν χαρακτῆρι γραφῆς Ἐνὼχ ὅτι υἱοὶ ὑμῶν μεθ' ὑμῶν ἐν πορνείᾳ φθαρήσονται, καὶ ἐν Λευὶ ἀδικήσουσιν ἐν ῥομφαίᾳ. Ἀλλ' οὐ δυνήσονται πρὸς Λευί, ὅτι πόλεμον Κυρίου πολεμήσει, καὶ νικήσει πᾶσαν παρεμβολὴν ὑμῶν, καὶ ἔσονται ὀλιγοστοὶ ἐπιμεριζόμενοι ἐν τῷ Λευὶ καὶ Ἰούδᾳ, καὶ ἔσται ἐξ ὑμῶν εἰς ἡγεμονίαν, καθὼς καὶ ὁ πατήρ μου Ἰακὼβ προεφήτευσεν ἐν εὐλογίαις.
2.6
Ἰδοὺ προείρηκα ὑμῖν πάντα, ὅπως δικαιωθῶ ἀπὸ τῆς ἁμαρτίας τῶν ψυχῶν ὑμῶν. Ἐὰν δὲ ἀφέλητε ἀφ' ὑμῶν τὸν φθόνον καὶ πᾶσαν σκληροτραχηλίαν, ὡς ῥόδον ἀνθήσει τὰ ὀστᾶ μου ἐν Ἰσραὴλ καὶ ὡς κρίνον ἡ σάρξ μου ἐν Ἰακώβ, καὶ ἔσται ἡ ὀσμή μου ὡς ὀσμὴ Λιβάνου, καὶ πληθυνθήσεται ὡς κέδροι ἅγιοι ἐξ ἐμοῦ ἕως αἰῶνος, καὶ οἱ κλάδοι αὐτῶν ἕως εἰς μακρὰν ἔσονται. Τότε ἀπολεῖται σπέρμα Χαναὰν καὶ ἐγκατάλειμμα οὐκ ἔσται τῷ Ἀμαλὴκ καὶ ἀπολοῦνται πάντες οἱ Καππάδοκες καὶ πάντες οἱ Χετταῖοι ἐξολοθρευθήσονται. Τότε ἐκλείψει ἡ γῆ Χὰμ καὶ πᾶς ὁ λαὸς ἀπολεῖται. Τότε καταπαύσει ἡ γῆ πᾶσα ἀπὸ ταραχῆς καὶ πᾶσα ἡ ὑπ' οὐρανὸν ἀπὸ πολέμου. Τότε Σὴμ ἐνδοξασθήσεται, ὅτι Κύριος ὁ Θεὸς μέγας τοῦ Ἰσραήλ, φαινόμενος ἐπὶ γῆς ὡς ἄνθρωπος καὶ σώζων ἐν αὐτῷ τὸν Ἀδάμ. Τότε δοθήσονται πάντα τὰ πνεύματα τῆς πλάνης εἰς καταπάτησιν, καὶ ἄνθρωποι βασιλεύσουσι τῶν πονηρῶν πνευμάτων. Τότε ἀναστήσομαι ἐν εὐφροσύνῃ καὶ εὐλογήσω τὸν ὕψιστον ἐν τοῖς θαυμασίοις αὐτοῦ: ὅτι Θεὸς σῶμα λαβών, καὶ συνεσθίων ἀνθρώποις, ἔσωσεν ἀνθρώπους.
2.7
Καὶ νῦν, τεκνία μου, ὑπακούετε Λευὶ καὶ ἐν Ἰούδᾳ λυτρωθήσεσθε: καὶ μὴ ἐπαίρεσθε ἐπὶ τὰς δύο φυλὰς ταύτας, ὅτι ἐξ αὐτῶν ἀνατελεῖ ὑμῖν τὸ σωτήριον τοῦ Θεοῦ. Ἀναστήσει γὰρ Κύριος ἐκ τοῦ Λευὶ ὡς ἀρχιερέα, καὶ ἐκ τοῦ Ἰούδα ὡς βασιλέα, Θεὸν καὶ ἄνθρωπον. Οὕτως σώσει πάντα τὰ ἔθνη καὶ τὸ γένος τοῦ Ἰσραήλ. Διὰ τοῦτο πάντα ἐντέλλομαι ὑμῖν, ἵνα καὶ ὑμεῖς ἐντείλησθε τοῖς τέκνοις ὑμῶν, ὅπως φυλάξωσιν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν.
2.8
Καὶ συνετέλεσε Συμεὼν ἐντελλόμενος τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ ἑκατὸν εἴκοσι ἐτῶν. Καὶ ἔθηκαν αὐτὸν ἐν θήκῃ ξύλων ἀσήπτων, τοῦ ἀναγαγεῖν τὰ ὀστᾶ αὐτοῦ ἐν Χεβρών. Καὶ ἀνήνεγκαν αὐτὰ ἐν πολέμῳ Αἰγυπτίων κρυφῇ. Τὰ γὰρ ὀστᾶ Ἰωσὴφ ἐφύλαττον οἱ Αἰγύπτιοι ἐν τοῖς ταμείοις τῶν βασιλείων. Ἔλεγον γὰρ αὐτοῖς οἱ ἐπαοιδοί, ὅτι ἐν ἐξόδῳ ὀστῶν Ἰωσὴφ ἔσται ἐν πάσῃ τῇ Αἰγύπτῳ σκότος καὶ γνόφος, καὶ πληγὴ μεγάλη σφόδρα τοῖς Αἰγυπτίοις, ὥστε μετὰ λύχνου μὴ ἐπιγινώσκειν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ.
2.9
Καὶ ἔκλαυσαν υἱοὶ Συμεὼν τὸν πατέρα αὐτῶν κατὰ τὸν νόμον τοῦ πένθους: καὶ ἦσαν εἰς Αἴγυπτον ἕως ἡμέρας ἐξόδου αὐτῶν ἀπ' Αἰγύπτου ἐν χειρὶ Μωυσῆ.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).