Test12Patr
Testaments of the Twelve Patriarchs
T. XII Patr. 7.7
Choose a text
More by Anonymous (test12patr)
—
Textus receptus
7.1
ΔΙΑΘΗΚΗ ΔΑΝ ΠΕΡΙ ΘΥΜΟΥ ΚΑΙ ΨΕΥΔΟΥΣ Ἀντίγραφον λόγων Δάν, ὧν εἶπε τοῖς υἱοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν αὐτοῦ. Ἑκατοστῷ εἰκοστῷ πέμπτῳ ἔτει τῆς ζωῆς αὐτοῦ, καλέσας τὴν πατριὰν αὐτοῦ, εἶπεν: Ἀκούσατε υἱοὶ Δὰν λόγων μου, προσέχετε ῥήμασι στόματος τοῦ πατρὸς ὑμῶν. Ἐπείρασα ἐν καρδίᾳ μου καὶ ἐν πάσῃ τῇ ζωῇ μου, ὅτι καλὸν Θεῷ καὶ εὐάρεστον ἡ ἀλήθεια μετὰ δικαιοπραγίας: καὶ ὅτι πονηρὸν τὸ ψεῦδος καὶ ὁ θυμός, ὅτι πᾶσαν κακίαν ἄνθρωπον ἐκδιδάσκει. Ὁμολογῶ σήμερον ὑμῖν, τέκνα μου, ὅτι ἐν καρδίᾳ μου ἡδώμην περὶ τοῦ θανάτου Ἰωσήφ, ἀνδρὸς ἀληθινοῦ καὶ ἀγαθοῦ, καὶ ἔχαιρον ἐπὶ τῇ πράσει Ἰωσήφ, ὅτι ὑπὲρ ἡμᾶς ὁ πατὴρ αὐτοῦ ἠγάπα. Τὸ γὰρ πνεῦμα τοῦ ζήλου καὶ τῆς ἀλαζονείας ἔλεγέ μοι: Καίγε σὺ υἱὸς αὐτοῦ. Καὶ ἓν τῶν πνευμάτων τοῦ Βελίαρ συνήργει μοι, λέγων: Λαβὲ τὸ ξίφος τοῦτο, καὶ ἐν αὐτῷ ἄνελε τὸν Ἰωσήφ, καὶ ἀγαπήσει σε ὁ πατήρ σου, ἀποθανόντος αὐτοῦ. Τοῦτό ἐστι τὸ πνεῦμα τοῦ θυμοῦ τὸ πεῖθόν με, ἵνα ὡς πάρδαλις ἐκμυζᾷ ἔριφον, οὕτως ἐκμυζήσω τὸν Ἰωσήφ. Ἀλλ' ὁ Θεὸς Ἰακὼβ τοῦ πατρὸς ἡμῶν οὐκ ἐνέβαλεν αὐτὸν εἰς τὰς χεῖράς μου, ἵνα εὕρω αὐτὸν μόνον, οὐδὲ ἔασε τὸ ἀνόμιμα τοῦτο ποιῆσαι ἵνα λυθῶσι δύο σκῆπτρα ἐν Ἰσραήλ.
7.2
Καὶ νῦν, τέκνα μου, ἐγὼ ἀποθνήσκω, καὶ ἐν ἀληθείᾳ λέγω ὑμῖν, ὅτι ἐὰν μὴ διαφυλάξητε ἑαυτοὺς ἀπὸ τοῦ πνεύματος τοῦ ψεύδους καὶ τοῦ θυμοῦ, καὶ ἀγαπήσητε τὴν ἀλήθειαν καὶ τὴν μακροθυμίαν, ἀπολεῖσθε. Τύφλωσίς ἐστιν ἐν τῷ θυμῷ, τέκνα μου, καὶ οὐκ ἔστι τις θυμώδης ὁρῶν πρόσωπον ἐν ἀληθείᾳ: ὅτι κἂν πατήρ, κἂν μήτηρ ἐστίν, ὡς πολεμίοις προσέχει ἑαυτοῖς: ἐὰν ᾖ ἀδελφός, οὐκ οἶδεν: ἐὰν προφήτης Κυρίου, παρακούει: ἐὰν δίκαιος, οὐ βλέπει: φίλον οὐ γνωρίζει. Περιβάλλει γὰρ αὐτὸν τὸ πνεῦμα τοῦ θυμοῦ τὰ δίκτυα τῆς πλάνης, καὶ τυφλοῖ τοὺς φυσικοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τοῦ ψεύδους σκοτοῖ τὴν διάνοιαν αὐτοῦ, καὶ τὴν ἰδίαν ὅρασιν παρέχει αὐτῷ. Ἐν τίνι δὲ περιβάλλει τοὺς ὀφθαλμοὺς αὐτοῦ; ἐν μίσει καρδίας, καὶ δίδωσιν αὐτῷ καρδίαν ἰδίαν κατὰ τοῦ ἀδελφοῦ εἰς φθόνον.
7.3
Πονηρὸς ὁ θυμός, τέκνα μου, καὶ γὰρ αὐτῇ τῇ ψυχῇ αὐτὸς γίνεται ψυχή: καὶ τὸ μὲν σῶμα ἰδιοποιεῖται τοῦ θυμώδους, τῆς δὲ ψυχῆς κατακυριεύει, καὶ παρέχει τῷ σώματι δύναμιν ἰδίαν, ἵνα ποιήσῃ πᾶσαν ἀνομίαν: καὶ ὅταν πράξῃ ψυχή, δικαιοῖ τὸ πραχθέν, ἐπειδὴ οὐ βλέπει. Διὰ τοῦτο ὁ θυμούμενος, ἐὰν μὲν ᾖ δυνατός, τριπλῆν ἔχει τὴν δύναμιν ἐν τῷ θυμῷ: μίαν μὲν διὰ τῆς δυνάμεως καὶ τῆς βοηθείας τῶν ὑπουργούντων: δεύτερον δὲ διὰ τοῦ πλούτου, παραπείθων καὶ νικῶν ἐν ἀδίκῳ: τρίτην τὴν φυσικὴν ἔχων τοῦ σώματος, καὶ δι' ἑαυτοῦ δρῶν τὸ κακόν. Ἐὰν δὲ ἀσθενὴς ᾖ ὁ θυμούμενος, διπλῆν ἔχει τὴν δύναμιν παρὰ τὴν τῆς φύσεως: βοηθεῖ γὰρ αὐτοῖς ὁ θυμὸς πάντοτε ἐν παρανομίᾳ. Τοῦτο τὸ πνεῦμα ἀεὶ μετὰ τοῦ ψεύδους ἐκ δεξιῶν τοῦ Σατανᾶ πορεύεται, ἵνα ἐν ὀμότητι καὶ ψεύδει γίνωνται αἱ πράξεις αὐτοῦ.
7.4
Οὐκοῦν σύνετε τὴν δύναμιν τοῦ θυμοῦ, ὅτι ματαία ἐστίν. Ἐν γὰρ λόγῳ παροξύνει πρῶτον: εἶτα ἐν ἔργοις δυναμοῖ τὸν ἐρεθιζόμενον, καὶ ἐν ζημίαις πικραῖς ταράσσει τὸ διαβούλιον αὐτοῦ: καὶ οὕτως διεγείρει ἐν θυμῷ μεγάλῳ τὴν ψυχὴν αὐτοῦ. Ὅτε οὖν λαλεῖ τις καθ' ὑμῶν, ὑμεῖς κινεῖσθε εἰς θυμόν: καὶ ἐάν τις ἐπαινῇ ὑμᾶς ὡς ἀγαθούς, μὴ ἐπαίρεσθε, μηδὲ μεταβάλλεσθε, μήτε εἰς τέρψιν, μήτε εἰς εἰδέαν. Πρῶτον γὰρ τέρπει τὴν ἀκοήν, καὶ οὕτως ὀξύνει τὸν νοῦν, νοῆσαι τὸ ἐρεθισθέν: καὶ τότε θυμωθεὶς νομίζει δικαίως ὀργίζεσθαι. Ἐὰν ζημίᾳ, ἐὰν ἀπωλείᾳ τινὶ περιπέσῃ, τέκνα μου, μὴ θροεῖσθε: ὅτι αὐτὸ τὸ πνεῦμα ἐπιθυμῆσαι ποιεῖ τοῦ ἀπολωμένου, ἵνα θυμωθῇ διὰ τοῦ πόθου. Ἐὰν ζημιωθῆτε ἑκουσίως, μὴ λυπεῖσθε: ἀπὸ γὰρ λύπης ἐγείρει θυμὸν μετὰ ψεύδους. Ἔστι δὲ διπρόσωπον κακὸν θυμὸν μετὰ ψεύδους, καὶ συνερῶνται ἀλλήλοις, ἵνα ταράξωσι τὸ διαβούλιον: ταρασσομένης δὲ τῆς ψυχῆς συνεχῶς, ἀφίσταται Κύριος ἀπ' αὐτῆς, καὶ κυριεύει αὐτῆς ὁ Βελίαρ.
7.5
Φυλάξατε οὖν, τέκνα μου, τὰς ἐντολὰς τοῦ Κυρίου, καὶ τὸν νόμον αὐτοῦ τηρήσατε: ἀπόστητε δὲ ἀπὸ θυμοῦ, καὶ μισήσατε τὸ ψεῦδος, ἵνα Κύριος κατοικήσῃ ἐν ὑμῖν καὶ φύγῃ ἀφ' ὑμῶν ὁ Βελίαρ. Ἀλήθειαν φθέγγεσθε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ οὐ μὴ ἐμπέσητε εἰς ἡδονὴν καὶ ταραχάς, ἀλλ' ἔσεσθε ἐν εἰρήνῃ, ἔχοντες τὸν Θεὸν τῆς εἰρήνης, καὶ οὐ μὴ κατισχύσῃ ὑμῶν πόλεμος. Ἀγαπᾶτε τὸν Κύριον ἐν πάσῃ τῇ ζωῇ ὑμῶν, καὶ ἀλλήλους ἐν ἀληθινῇ καρδίᾳ. Οἶδα γὰρ ὅτι ἐν ἐσχάταις ἡμέραις ἀποστήσεσθε τοῦ Κυρίου, καὶ προσωχθιεῖτε τὸν Λευὶ καὶ πρὸς Ἰούδαν ἀντιτάξεσθε: ἀλλ' οὐ δυνήσεσθε πρὸς αὐτούς. Ἄγγελος γὰρ Κυρίου ὁδηγεῖ ἑκατέρους, ὅτι ἐν αὐτοῖς στήσεται Ἰσραήλ. Καὶ ὡς ἂν ἀπόστητε ἀπὸ Κυρίου, ἐν πάσῃ κακίᾳ πορεύεσθε, ποιοῦντες βδελύγματα ἐθνῶν, ἐκπορεύοντες ἐν γυναιξὶν ἀνόμων, καὶ ἐν πάσῃ πονηρίᾳ ἐνεργούντων ἐν ὑμῖν τῶν πνευμάτων τῆς πλάνης. Ἀνέγνων γὰρ ἐν βίβλῳ Ἐνὼχ τοῦ δικαίου, ὅτι ὁ ἄρχων ὑμῶν ἐστιν ὁ Σατανᾶς, καὶ ὅτι πάντα τὰ πνεύματα τῆς πορνείας καὶ τῆς ὑπερηφανίας τῷ Λευὶ ὑπακούσονται, τοῦ παρεδρεύειν τοῖς υἱοῖς Λευί, τοῦ ποιεῖν αὐτοὺς ἐξαμαρτάνειν ἐνώπιον Κυρίου. Καὶ υἱοί μου ἐγγίζοντές εἰσι τῷ Λευί, καὶ συνεξαμαρτάνοντες αὐτοῖς ἐν πᾶσι: καὶ υἱοὶ Ἰούδα ἔσονται ἐν πλεονεξίᾳ, ἁρπάζοντες τὰ ἀλλότρια ὡς λέοντες. Διὰ τοῦτο ἀπαχθήσεσθε σὺν αὐτοῖς ἐν αἰχμαλωσίᾳ, κἀκεῖ ἀπολήψεσθε πάσας τὰς πληγὰς Αἰγύπτου, καὶ πάσας πονηρίας τῶν ἐθνῶν: καὶ οὕτως ἐπιστρέψαντες πρὸς Κύριον, ἐλεηθήσεσθε, καὶ ἄξει ὑμᾶς εἰς τὸ ἁγίασμα αὐτοῦ, βοῶν ὑμῖν εἰρήνην. Καὶ ἀνατελεῖ ὑμῖν ἐκ τῆς φυλῆς Ἰούδα καὶ Λευὶ τὸ σωτήριον Κυρίου: καὶ αὐτὸς ποιήσει πρὸς τὸν Βελίαρ πόλεμον, καὶ τὴν ἐκδίκησιν τοῦ νίκους δώσει πέρασιν ἡμῶν. Καὶ τὴν αἰχμαλωσίαν λάβῃ ἀπὸ τοῦ Βελίαρ ψυχὰς ἁγίων, καὶ ἐπιστρέψει καρδίας ἀπειθεῖς πρὸς Κύριον, καὶ δώσει τοῖς ἐπικαλουμένοις αὐτὸν εἰρήνην αἰώνιον, καὶ ἀναπαύσονται ἐν Ἐδὲμ ἅγιοι, καὶ ἐπὶ τῆς νέας Ἱερουσαλὴμ εὐφρανθήσονται δίκαιοι, ἥτις ἔσται εἰς δόξασμα Θεοῦ ἕως τοῦ αἰῶνος. Καὶ οὐκέτι ὑπομένει Ἱερουσαλὴμ ἐρήμωσιν, οὐδὲ αἰχμαλωτίζεται Ἰσραήλ, ὅτι Κύριος ἔσται ἐμμέσῳ αὐτῆς, τοῖς ἀνθρώποις συναναστρεφόμενος, καὶ ἅγιος Ἰσραὴλ βασιλεύων ἐπ' αὐτοὺς ἐν ταπεινώσει καὶ ἐν πτωχείᾳ: καὶ ὁ πιστεύων ἐπ' αὐτῷ βασιλεύσει ἐν ἀληθεία ἐν τοῖς οὐρανοῖς.
7.6
Καὶ νῦν φοβήθητε τὸν Κύριον, τέκνα μου, καὶ προσέχετε ἑαυτοῖς ἀπὸ τοῦ Σατανᾶ καὶ τῶν πνευμάτων αὐτοῦ. Ἐγγίζετε δὲ τῷ Θεῷ καὶ τῷ ἀγγέλῳ τῷ παραιτουμένῳ ὑμᾶς: ὅτι οὗτός ἐστι μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐπὶ τῆς εἰρήνης Ἰσραήλ. Κατέναντι τῆς βασιλείας τοῦ ἐχθροῦ στήσεται: διὰ τοῦτο σπουδάζει ὁ ἐχθρὸς ὑποσκελίζειν πάντας τοὺς ἐπικαλουμένους τὸν Κύριον. Οἶδε γὰρ ὅτι ἐν ᾗ ἡμέρᾳ πιστεύσει Ἰσραήλ, συντελεσθήσεται ἡ βασιλεία τοῦ ἐχθροῦ. Αὐτὸς ὁ ἄγγελος τῆς εἰρήνης ἐνισχύσει τὸν Ἰσραήλ, μὴ ἐμπεσεῖν αὐτὸν εἰς τέλος κακῶν. Ἔσται δὲ ἐν καιρῷ ἀνομίας τοῦ Ἰσραὴλ ἀφιστάμενος ἀπ' αὐτῶν Κύριος, μετελεύσεται ὄπισθε ποιοῦντα τὸ θέλημα αὐτοῦ, ὅτι οὐδενὶ τῶν ἀγγέλων ἔσται ὡς αὐτῷ. Τὸ δὲ ὄνομα αὐτοῦ ἔσται ἐν παντὶ τόπῳ Ἰσραὴλ καὶ ἐν τοῖς ἔθνεσι σωτήρ. Διατηρήσατε οὖν ἑαυτούς, τέκνα μου, ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ ἀπορρίψατε τὸν θυμὸν καὶ πᾶν ψεῦδος, καὶ ἀγαπήσατε τὴν ἀλήθειαν καὶ τὴν μακροθυμίαν, καὶ ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν, μετάδοτε καὶ ὑμεῖς τοῖς τέκνοις ὑμῶν, ἵνα δέξηται ὑμᾶς ὁ πατὴρ τῶν ἐθνῶν: ἔστι γὰρ ἀληθὴς καὶ μακρόθυμος, πρᾷος καὶ ταπεινός, καὶ ἐκδιδάσκων διὰ τῶν ἔργων νόμον Θεοῦ. Ἀπόστητε οὖν ἀπὸ πάσης ἀδικίας καὶ κολλήθητε τῇ δικαιοσύνῃ τοῦ νόμου Κυρίου. Καὶ θάψατέ με ἐγγὺς τῶν πατέρων μου.
7.7
Καὶ ταῦτα εἰπών, κατεφίλησεν αὐτούς, καὶ ὕπνωσεν ὕπνον αἰώνιον. Καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ: καὶ μετὰ ταῦτα ἀνήνεγκαν τὰ ὀστᾶ αὐτοῦ σύνεγγυς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Πλὴν ὡς ἐπροφήτευσεν αὐτοῖς Δάν, ὅτι ἐπιλάθωνται νόμον Θεοῦ αὐτῶν, καὶ ἀλλοτριωθήσονται γῆς κλήρου αὐτῶν καὶ γένους Ἰσραὴλ καὶ πατριᾶς αὐτῶν, οὕτως καὶ γέγονεν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).