Vita Symeonis Stylitae 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Καὶ ἐξελθόντες ἐζήτησαν ἐν παντὶ τόπῳ αὐτὸν καὶ μὴ εὑρόντες αὐτὸν ἦλθον λέγοντες τῷ ἀρχιμανδρίτῃ· Ὄντως, δέσποτα, οὐκ ἐάσαμεν τόπον, ὅπου οὐκ ἐζητήσαμεν, εἰ μὴ τὸν τόπον, ἐν ᾧ οὐδεὶς τολμᾷ διοδεῦσαι διὰ τὸ πλῆθος τῶν ἀγρίων θηρίων. λέγει αὐτοῖς ὁ ἀρχιμανδρίτης· Τέκνα, ποιή σαντες εὐχὴν καὶ λαβόντες λαμπάδας, ἀπελθόντες κατέλθατε καὶ ἐπιζητήσατε αὐτόν. καὶ ποιήσαντες εὐχὴν ἐπάνω τοῦ φρέατος ἐπὶ ὡρῶν τριῶν ἐχάλασαν ἐν τῷ φρέατι πέντε μοναχοὺς μετὰ σχοινίων λαμπάδας κρατοῦντας· καὶ τὰ ἑρ πετὰ θεωροῦντα εἰς τὰς γωνίας ἔφυγον. ἰδὼν δὲ αὐτοὺς ὁ ἅγιος Συμεὼν ἀνέκραζεν λέγων· Δέομαι ὑμῶν, ἀδελφοὶ καὶ δοῦλοι τοῦ θεοῦ, ἔνδοτέ μοι μικρόν, ἵνα παραδῶ τὸ πνεῦμά μου, ἀρκεῖ γάρ μοι, ὅτι ὃ ἐπεβαλόμην οὐκ ἐπλήρωσα. οἱ δὲ μοναχοὶ βιασάμενοι αὐτὸν μετὰ πολλῆς βίας ἀνήγαγον αὐτὸν ἐκ τοῦ φρέατος, σύροντες αὐτὸν ὡς κακὸν πράξαντα· ἤγαγον δὲ αὐτὸν τῷ ἀρχιμανδρίτῃ. ὁ δὲ ἰδὼν αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Συγχώρησόν μοι, δοῦλε τοῦ θεοῦ, αὐτός μου γενοῦ καθηγητὴς καὶ δίδαξόν με, ἅπερ ἔχει καὶ δωρεῖται ἡ καρτερία.