Vita Symeonis Stylitae 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Ἄλλο ξένον καὶ παράδοξον ἀκούσατε μυστήριον· τινὲς ἤρχοντο εἰς εὐχὴν ἀπὸ μήκου πολλοῦ, καὶ ἀπαντᾷ αὐτοῖς ἔλαφος βοσκομένη, ἔχουσα ἐν γαστρί, καὶ λέγει εἷς ἐξ αὐτῶν τῇ ἐλάφῳ· Ὁρκίζω σε κατὰ τῆς δυνάμεως τοῦ ὁσίου Συμεών, στῆθι, ἵνα σε κρατήσω. καὶ εὐθέως ἔστη ἡ ἔλαφος, καὶ κρατήσας αὐτὴν ἔσφαξεν καὶ ἔφαγον τὰ κρέη αὐτῆς· τὸ δὲ δέρμα ἔμενεν· καὶ εὐθέως ἐκωλύθη ἡ ὁμιλία αὐτῶν, καὶ ἤρξαντο βληχᾶσθαι ὡς τὰ ἄλογα, καὶ δρομαῖοι ἔρχονται καὶ προσπίπτουσιν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ δεόμενοι τυχεῖν θεραπείας, τὸ δὲ δέρμα τῆς ἐλάφου ἐπλήρωσαν ἀχύρῳ καὶ πρὸς ἐπίγνωσιν πολλῶν ἀνθρώπων ἐτέθη τὸ δέρμα χρόνον ἱκανόν, οἱ δὲ ἄνδρες ποιήσαντες χρόνον ἱκανὸν ἐν μετανοίᾳ καὶ θεραπευθέντες ἀνεχώρησαν εἰς τὰ ἴδια.