Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Ἄλλο δὲ μυστήριον ἐὰν ἀκούσῃς. παραγενομένου πλή θους ἱκανοῦ† κατὰ τὸ ἔθος μετὰ θυμιάματος κράζων αὐτῷ· Δοῦλε τοῦ θεοῦ, ὁ λαὸς τὴν εὐλογίαν σου προσκαρτερεῖ δέ ξασθαι, κέλευσον ἀπόλυσον αὐτούς, ἰδοὺ γὰρ πολλὴν ὥραν ἔχουσιν προσκαρτεροῦντες, καὶ οὐδεμίαν ἀπόκρισιν ἐλάμβανον. οὐδὲ γὰρ παρῆν τὸ πνεῦμα αὐτοῦ. ἐν δὲ τῷ κράζειν με αὐ τὸν ἐπιμόνως καὶ μὴ λαμβάνειν ἀπόκρισιν ἤρξατο ὁ διάκων ὀδύρεσθαι ἄνω παρὰ τὸν κίονα νομίσας ὅτι ἀπέθανεν. καὶ θεασάμενον τὸ πλῆθος τοῦ λαοῦ ἤρξατο στρεγγίζειν καὶ κό πτεσθαι κοπετὸν μέγαν πενθοῦντες τὰς ἁμαρτίας αὐτῶν. καὶ ὡς μετὰ ὥραν ἱκανὴν πάλιν ὑπέστρεψεν τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον, καὶ ἀποκριθεὶς εἶπεν τῷ λαῷ· Ἀδελφοί, πλοῖον μέγα ἐν τῇ θαλάσσῃ ἐχειμάζετο σφοδρῶς τῇ ὥρᾳ ταύτῃ, ἔχον [τα] ὡς τριακοσίας ψυχάς· καὶ ἔκραξαν πᾶσαι αἱ ψυχαὶ παρακαλοῦσαι τὸν δεσπότην θεόν. καὶ κράζοντές μοι μεθ' ὅρκων φρικτῶν καὶ θεασάμενος τὸ συμβαῖνον αὐτοῖς παρεκάλεσα τὸν ἀεὶ μακρο θυμοῦντα θεὸν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν τὴν θάλασσαν κατα πραῧναι, καὶ δεδωκὼς αὐτοῖς χεῖρα ἀπέσωσα ἅπαντας. καὶ ἀκούσαντες τὸ μυστήριον τὰ πλήθη τοῦ λαοῦ ἐδόξαζον τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος. καὶ εὐλογήσας αὐτοὺς ὁ δίκαιος ἀπέλυσεν ἐν εἰρήνῃ.

Intertext edge

Open linked passage

Note