Vita Symeonis Stylitae 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
ἐπελθούσης γὰρ τῆς μεγάλης ἀπειλῆς τῶν φόβων ἐπὶ πᾶσαν τὴν οἰκουμένην κατήγοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἀνατολὴ καὶ Ἀντιόχεια δεόμενοι αὐτοῦ ἐπὶ τὸ δυσωπῆσαι τὸν θεόν. πολλαὶ γὰρ πτώσεις ἐγίνοντο οἰκημάτων καὶ θνήσεις ἀνθρώπων ἱκα νῶν, ὥστε καὶ τὸν δίκαιον σὺν τῷ στύλῳ ὥσπερ κάλαμον ὑπὸ ἀνέμου δονεῖσθαι. καὶ σὺν αὐτοῖς δακρύων ἔλεγεν τοῖς ὄχλοις· Ἀδελφοί, πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, οὐκ ἔστιν ἕως ἑνός. οὐκ ἀκούετέ μου, ἀλλὰ εἰς τὸ τίς τίνα πλεονεκτή σει αἱ πορνεῖαι ὑμῶν καὶ αἱ ἀδικίαι ὑπερπεριέσσευσαν. ὄντως ὑμῖν ἀδελφοὶ λέγω· εὐκοπώτερόν ἐστιν μοι λαλεῖν μετὰ τοῦ δεσπότου ἢ μεθ' ὑμῶν τῶν ἀπίστων. καὶ κελεύσας παύσασθαι τὸ λιτανεύειν, ἐποίησεν εὐχήν, καὶ πάλιν ἐπέμενεν ἐν τοῖς αὐτοῖς ἡ ἀπειλὴ δονοῦσα τὰ πάντα. καὶ ἐπέτρεψεν αὐτοῖς κράζειν τὸ Κύριε ἐλέησον. καὶ ἐπιμενόντων αὐτῶν ἐπὶ ὥρας ἱκανὰς καὶ κραζόντων αὐτῶν· Δὸς ἡμῖν εἰρήνην, ἐποίησεν εὐχὴν μεγάλην. καὶ μετὰ τὸ πληρῶσαι αὐτὸν τὴν εὐχὴν ἀποκριθεὶς εἶπεν τῷ λαῷ· Ἀδελφοὶ ὄντως ὑμῖν λέγω, ὅτι ἀπὸ παντὸς τοῦ πλήθους εἰ μὴ μία ψυχὴ ἄλλη οὐκ εἰσηκούσθη· ἵνα δὲ πείσω ὑμᾶς, ἰδοὺ ἐν τῷ μέσῳ αὐτὸν ποιῶ ἐλθεῖν. καὶ κελεύ σας αὐτὸν ἐλθεῖν παρουσίαν πάντων ἐπερωτᾷ αὐτὸν καὶ λέγει αὐτῷ· Ἀδελφὲ πίστευσόν μοι λέγοντι· ἀπὸ πάντων τούτων σὺ μόνος ἠκούσθης· ἀλλὰ πληροφόρησον πάντας καὶ εἰπὲ ἡμῖν, τί σοι ἀγαθὸν πέπρακται. ἐκεῖνος δὲ οὐκ ἤθελεν λέγων· Ἁμαρτωλός εἰμι, συνχώρησόν μοι. ἀναγκαζομένου δὲ αὐτοῦ ἐπὶ πολὺ ἦλθεν αὐτῷ φωνὴ ἐκ τὸν οὐρανὸν λέγουσα· Εἰση κούσθη ἡ δέησίς σου. καὶ τοῦ ἀγροίκου ἑστῶτος μεταξὺ παν τὸς τοῦ λαοῦ ἤρξατο αὐτοῖς διηγεῖσθαι ὅτι Ἄνθρωπός εἰμι γεωργὸς καὶ ἔθος μοί ἐστιν, τὸν κόπον μου τῆς ἡμέρας, ὃν ἐὰν κάμω, εἰς τρία μέρη μερίζω αὐτά. καὶ πρῶτον ἀποτίθε μαι τὸ μέρος τῶν πτωχῶν, μετὰ τὸ τέλος τοῦ δημοσίου, καὶ οὕτως τὸ τοῦ ἀναλώματός μου. τοῦτο ποιῶν ἕως τῆς δεῦρο οὐκ ἐπαυσάμην. καὶ πάντες ἀσπαζόμενοι προσεκύνουν αὐτόν. καὶ συνέθλιβον τὸν ἄνδρα εἷς ἕκαστος μαινόμενος ἰδεῖν αὐτόν.