Vita Symeonis Stylitae 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ὁ ἐν ἁγίοις καὶ μακαριώτατος Συμεὼν νήπιος ὢν τῇ ἡλικίᾳ ἐποίμαινεν τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ καθ' ὃν τρόπον καὶ ὁ προφήτης Δαβίδ· κατὰ δὲ ἁγίαν κυριακὴν εἰσῄει ἐν τῇ ἐκκλησίᾳ πρὸς τὰ λόγια τοῦ θεοῦ καὶ ἡδέως ἐπηκροᾶτο τῶν ἁγίων γραφῶν μὴ γινώσκων τὸ τί ἤκουεν. εἰς ἡλικίαν δὲ προβαίνων καὶ νυττόμενος ὑπὸ τοῦ λόγου τοῦ θεοῦ ἀπέρ χεται ἐν μιᾷ τῶν ἡμερῶν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ ἀκούων τοῦ ἀποστόλου ἀναγινωσκομένου ἐρωτᾷ τινα γέροντα· Εἰπέ μοι, πάτερ, τί ἐστιν ὃ ἀναγινώσκει. λέγει αὐτῷ ὁ πρεσβύτης· Περὶ ἐγκρατείας ψυχῆς. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Τί ἐστιν ἐγκράτεια ψυχῆς; λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, τί με ἐρωτᾷς; ὁρῶ γάρ σε τῇ ἡλικίᾳ νέον, τὸ δὲ φρόνημα γηράλαιον κεκτη μένον. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Οὐκ ἐκπειράζω σε, πάτερ· ἀλλὰ ξενίζομαι εἰς τὸ τῆς λέξεως ὄνομα. λέγει αὐτῷ ὁ πρε σβύτης· Ἐγκράτεια σωτηρία ἐστὶν ψυχῆς ὁδηγοῦσα εἰς φῶς εἰσάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Δίδαξόν με, τίμιε πάτερ, ἃ λέγεις, διότι ἰδιώτης εἰμί.