Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1
Ἐπιτιθοῦσιν οὖν τὸ γλωσσόκομον τοῦ ἁγίου ἐπὶ τὴν καροῦχαν καὶ οὕτως μετὰ κηρῶν καὶ θυμιαμάτων καὶ ψαλμῳ- δίας ἀποφέρουσιν αὐτὸν εἰς τὴν πόλιν αὐτῶν Ἀντιόχειαν. ἐρχομένων δὲ αὐτῶν ὡς ἀπὸ μιλίων πέντε τῆς πόλεως ἐν τόπῳ λεγομένῳ Μερόπη ἐστάθησαν αἱ μοῦλαι καὶ οὐκ ἐκινῶντο· μυστήριον γὰρ παράδοξον ἦν ἐκεῖ· ἦν γὰρ ἐκ δεξιῶν τῆς ὁδοῦ μνῆμα. καὶ παρέμενεν αὐτῷ τις ἀνήρ· τὸ δὲ πρᾶγμα τοῦ ἀνδρὸς τοιοῦτον ἦν. ὕπανδρον γυναῖκα ἐφίλει ἐπὶ εἴκοσι χρόνους καὶ οὐκ ἠδυνήθη αὐτῆς κυριεῦσαι. ἐτελεύτησεν δὲ ἡ γυνή, καὶ τιθοῦσιν αὐτὴν ἐν ἐκεῖνο τὸ μνῆμα. καὶ ἵνα πως κερδήσῃ ὁ μισόκαλος τὴν ψυχὴν τοῦ ἀνδρός, ἀπελθὼν ἐν τῷ μνημείῳ παρανοίγει τὴν πλάκα τοῦ μνήματος καὶ συγγίνεται τῷ νενεκρωμένῳ σώματι. καὶ εὐθέως ἐβοβώθη καὶ ἐκρατήθη ἐν τῷ μνήματι καὶ οὐκέτι ἠδύνατο ἀναχωρῆσαι τοῦ τόπου ἐκείνου. παρερχομένων δὲ τῶν ὁδοιπόρων προσεῖχον αὐτῷ καθεζομένῳ ἐν τοῖς βαθμιδίοις τοῦ μνήματος, καὶ ἕκαστος διὰ τὸν θεὸν ἀπέφερεν αὐτῷ, ὃς μὲν ὕδωρ, ὃς δὲ τροφήν. κατὰ βούλησιν δὲ θεοῦ παρερχομένου τοῦ τιμίου λειψάνου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ (λιες ὁ) μήτε λαλῶν μήτε ἀκούων τῆς καρού- χας ἱσταμένης καὶ τοῦ ὄχλου ἐξῆλθεν ἐκ τοῦ μνήματος κράζων καὶ λέγων· Ἐλέησόν με, ἅγιε τοῦ θεοῦ Συμεών, καὶ ἐπιλαβό- μενος τῆς καρούχας, εὐθέως ἠνεῴχθησαν αὐτοῦ τὰ χαλινὰ καὶ αἱ φρένες αὐτοῦ ἦλθον εἰς διάνοιαν. καὶ πάντες ἰδόντες τὸ γεγονὸς ἐδόξασαν τὸν θεόν, ἀπὸ δὲ τῆς κραυγῆς τῶν ἀνθρώ- πων ἐσείετο ὁ τόπος ἐκεῖνος. ὁ δὲ ἄνθρωπος ἔκραζεν· Ἐγὼ σήμερον διὰ σοῦ ἐσώθην, δοῦλε τοῦ θεοῦ, ἀπολωλὼς γὰρ ἤμην τῇ ἁμαρτίᾳ.

Intertext edge

Open linked passage

Note