Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ταῦτα ἀκούσας ὁ ἀρχιμανδρίτης ἔκθαμβος ἐγένετο, καὶ καταμανθάνει τὴν κοίτην αὐτοῦ, καὶ εὑρίσκει αὐτὴν πεπλη ρωμένην σκωλήκων, καὶ ἐκ τῆς δυσωδίας οὐκ ἠδύνατο στῆναι ἐκεῖ. Καί φησιν ὁ ἀρχιμανδρίτης· Ἰδοὺ καὶ ὁ νέος Ἰώβ. Καὶ κρατήσας αὐτὸν λέγει αὐτῷ· Τί ταῦτα ἐποίησας, ἄνθρωπε; πόθεν ἡ δυσωδία σου αὕτη, τί πλανᾷς τοὺς ἀδελφούς, τί καταλύεις τὸν κανόνα τοῦ μοναστηρίου; ἦ φάντασμα ὑπάρ χεις; ἀλλαχοῦ ἄπελθε καὶ ἀπόθανε χωρὶς ἡμῶν· διὰ σοῦ τάχα ἦλθον πειρασθῆναι ὁ ἄθλιος ἐγώ; εἰ γὰρ ἦς σὺ ἀνὴρ ἀληθὴς ἐκ γονέων συνετῶν, ἀπήγγειλες ἂν ἡμῖν, τίς ἦν ὁ πατήρ σου καὶ ἡ μήτηρ σου καὶ τὸ γένος σου, καὶ πόθεν ἦλθες ὧδε; ταῦτα ἀκούσας ὁ ἅγιος κάτω προσέχων πρὸς τὴν γῆν ἐσιώπα μηδὲν λέγων, καὶ ἐκ τῶν δακρύων αὐτοῦ ἐπληροῦτο ὁ τόπος, ἐν ᾧ ἵστατο· ἐπὶ πολὺ δὲ ἐμμανὴς γενάμενος ὁ ἀρχιμανδρί της λέγει τοῖς μοναχοῖς· Ἀποδύσατε αὐτόν, ὅπως ἴδωμεν ἡ δυσωδία πόθεν αὕτη.

Intertext edge

Open linked passage

Note