Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae - for merge 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Μετὰ οὖν ἑπτὰ ἡμέρας τοῦ ἀναχωρῆσαι αὐτὸν τοῦ μοναστηρίου θεωρεῖ ὁ ἀρχιμανδρίτης κατ' ὄναρ ἀνείκαστον πλῆθος ἀνδρῶν λευχειμονούντων καὶ κυκλούντων τὸ μοναστή ριον, λαμπάδας κρατούντων καὶ λεγόντων· Ἄρτι κατακαί ομέν σε ἐνταῦθα, εἰ μὴ τὸν δοῦλον τοῦ θεοῦ Συμεὼν παρα δώσεις ἡμῖν. διὰ ποίαν δὲ αἰτίαν ἐδίωξας αὐτόν, τί δὲ ἐποίησεν, ὅτι ἀπέρριψας αὐτὸν ἐκ τοῦ μοναστηρίου, ποῖον δέ ἐστιν τὸ σφάλμα αὐτοῦ; εἰπὲ ἡμῖν, πρίν σε κατακαύσωμεν· οὐκ οἶδας, τί εἶχες ἐν τῷ μοναστηρίῳ σου; οὗτος γὰρ μείζων σου εὑρε θήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ. καὶ δι υπνισθεὶς ὁ ἀρχιμανδρίτης ἔντρομος γενόμενος λέγει τοῖς μοναχοῖς· Ὡς ὁρῶ ὅτι ὁ ἄνθρωπος ἐκεῖνος γνήσιος δοῦλος τοῦ θεοῦ τυγχάνει· ἰδοὺ γὰρ πολλὰ κακὰ ἔπαθον κατ' ὄναρ τῇ νυκτὶ ταύτῃ δι' αὐτόν· ἀλλὰ παρακαλῶ ὑμᾶς, ἀδελφοί, διαδράμετέ μοι καὶ εὕρετέ μοι αὐτόν, ἐπεὶ μηδεὶς ἔλθοι ἐξ ὑμῶν ἐνταῦθα.

Intertext edge

Open linked passage

Note