Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Ἀκούσατε φοβερὸν καὶ παράδοξον θαῦμα· ἡ μήτηρ αὐτοῦ διὰ εἴκοσι ἐτῶν μανθάνει, ποῦ ἐστιν ὁ ἅγιος Συμεὼν καὶ δρομαίως ἐλθοῦσα ἠθέλησεν αὐτὸν θεάσασθαι διὰ τοσού των ἐτῶν καὶ πολλὰ κλαίουσα ἐπὶ τὸ ἰδέσθαι αὐτὸν καὶ οὐ συνεχωρήθη θεάσασθαι αὐτόν· ἐπὶ πολὺ δὲ αὐτῆς θελούσης ἁγιασθῆναι ὑπὸ τῶν ἁγίων αὐτοῦ χειρῶν, ἠναγκάσθη ἐπὶ τὸν τοῖχον σκαλαβατᾶν· σκαλαβατοῦσα δὲ ἐπὶ τὸν τοῖχον τῆς μάνδρας ἐρράγη χαμαί, μὴ δυνηθεῖσα θεάσασθαι αὐτόν. καὶ δηλοῖ αὐτῇ ὁ ἅγιος Συμεών· Συγχώρησόν μοι, μήτηρ τὰ νῦν, καὶ εἴ ἐσμεν ἄξιοι ἐν ἐκείνῳ τῷ αἰῶνι θεωροῦμεν ἀλλήλους. καὶ ὡς ἤκουσεν ταῦτα, πλεῖον ἐκαίετο τοῦ θεάσασθαι αὐτόν. καὶ δηλοῖ αὐτῇ ὁ ἅγιος Συμεών· Παῦσαι, κυρία μου μήτηρ, ἐπειδὴ ἐκ μήκου ἐλήλυθας καὶ ἐκοπίασας δι' ἐμὲ τὸν ταπεινόν, ἀλλὰ θὲς σεαυτὴν μικρὸν καὶ ἀναπαύουσα ἴσχυσον καὶ μετ' ὀλίγον σε ὁρῶ. ἡ δὲ ἀκούσασα τίθησιν ἑαυτὴν εἰς τὰ πρό θυρα αὐτοῦ καὶ εὐθέως ἀπέδωκεν τὸ πνεῦμα τῷ θεῷ. ἦλθον δὲ οἱ προσμονάριοι ἐπὶ τὸ ἐξυπνῆσαι αὐτήν· καὶ εὗρον αὐτὴν νεκρὰν καὶ ἀνήγγειλαν τῷ ἁγίῳ περὶ αὐτῆς. ὁ δὲ ἀκούσας κελεύει αὐτὴν εἰσενεχθῆναι καὶ τίθησιν αὐτὴν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, καὶ θεασάμενος αὐτὴν μετὰ δακρύων ἤρξατο λέγειν· Κύριε, ὁ θεὸς τῶν δυνάμεων, ὁ ὁδηγὸς τοῦ φωτὸς καὶ ἡνίοχος τῶν Χερουβίμ, ὁ ὁδηγήσας τὸν Ἰωσήφ, ὁ δυνα στεύσας τὸν προφήτην σου Δαβὶδ κατὰ τοῦ Γολιάδ, ὁ τὸν Λάζαρον ἐγείρας τετραήμερον ἐκ νεκρῶν, ἐξέγειρον τὴν δεξιάν σου καὶ δέξαι ἐν εἰρήνῃ τὴν ψυχὴν τῆς δούλης σου. καὶ εὐχο μένου αὐτοῦ τὸ ἅγιον αὐτῆς λείψανον ἐκινεῖτο καὶ ἐμειδίασεν τῇ ὄψει, πάντες δὲ οἱ θεωροῦντες ἐξεπλήττοντο καὶ ἐδόξαζον τὸν θεόν· καὶ κηδεύσαντες αὐτὴν ἔθαψαν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, ἵνα, καθὼς εὔχεται, μνημονεύει αὐτήν.