Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Ἄλλο μυστήριον ἀκούσατε. ἐν τῷ ὄρει, ἐν ᾧ ἵσταται, τῷ ἐξ ἀνατολῶν δράκων παρέμενεν μέγας. ὅθεν οὔτε βοτάνη ἀνήρχετο ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ συνέβη τῷ δράκοντι ἐκείνῳ ἐν τῷ ἐκβαίνειν αὐτὸν τοῦ καταψύξαι, ξύλον εἰσελθεῖν ἐν τῷ ὀφθαλμῷ αὐτοῦ, καὶ ἐπὶ χρόνον ἱκανὸν ἐκ τοῦ πόνου τὸν συρισμὸν αὐτοῦ οὐδεὶς ἠδύνατο ὑποφέρειν. ἐν μιᾷ τῶν ἡμε ρῶν οὖν ἐξέρχεται ὁ δράκων ἐκ τοῦ φωλεοῦ αὐτοῦ συρόμενος καὶ ἔρχεται πάντων ὁρώντων καὶ τίθησιν ἑαυτὸν εἰς τὰ πρό θυρα τῆς μάνδρας. καὶ ἐξαίφνης ἀνεῴχθη αὐτοῦ ὁ ὀφθαλμὸς καὶ ἐξέρχεται τὸ ξύλον ἀπὸ τοῦ ὀφθαλμοῦ αὐτοῦ, καὶ ἐποίησεν ἐκεῖ ἡμέρας τρεῖς, ἕως οὗ ἀπεκατεστάθη ὑγιής. καὶ οὕτως ἀπῆλθεν ἐν τῷ τόπῳ αὐτοῦ πάντων ὁρώντων μηδένα ἀδι κήσας, ἀλλ' ὡς πρόβατον οὕτως ἔκειτο εἰς τὸ πρόθυρον τοῦ δικαίου, καὶ πάντες ἐσῄεσαν καὶ ἐξῄεσαν μηδὲν ἀδικούμενοι παρ' αὐτοῦ.