Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae - for merge 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Ἄλλο θαῦμα φοβερὸν καὶ ἔνδοξον ἀκούσατε. Ἐν τῷ τόπῳ, ἐν ᾧ ἦν ὁ ἅγιος, ὕδωρ οὐκ ἐφαίνετο. καὶ τὸ πλῆθος τῶν ζῴων καὶ τῶν ἀνθρώπων ἠπώλετο τῶν ἐρχομένων ἐν τῷ τόπῳ τοῦ ἁγίου Συμεών. καὶ ποιήσας εὐχὴν ὁ ἅγιος ἐπὶ ἡμέρας ἑπτὰ οὐκ ἐλάλησέν τινι, ἀλλ' ἦν κεκλικὼς τὰ γόνατα καὶ εὐχόμενος, ὡς νομίζειν πάντας ὅτι ἤδη τέθνηκεν. καὶ περὶ ὥραν πέμπτην τῆς ἑβδόμης ἡμέρας ἐξαίφνης ἀνέβλυσεν ὕδωρ ἀπὸ ἀνατολῶν τῆς μάνδρας αὐτοῦ, καὶ ὀρύξαντες ηὗρον τύπον σπηλαίου πεπληρωμένον ὕδατος. καὶ ᾠκοδόμησαν ἐν αὐτῷ στόματα ἑπτά. καὶ πάντες ἐδόξαζον τὸν θεὸν τοῦ οὐ ρανοῦ καὶ τῆς γῆς.

Intertext edge

Open linked passage

Note