Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae - for merge 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Ἕτερον δὲ μυστήριον ἀκούσατε. ἐν μιᾷ τῶν ἡμερῶν στρατιωτῶν ὁδευόντων, γυνή τις ἐκ πολλῆς ἐπιθυμίας ἐλθοῦσα ἰδεῖν τὸ πρόσωπον τοῦ ἁγίου Συμεῶνος προφάσει ποίᾳ ἰδέ σθαι αὐτόν· ἐμηχανᾶτο τοίνυν ἀνδρὸς σχῆμα ἀναλαβεῖν καὶ ἰδέ σθαι αὐτόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν εἶδεν στρατιώτας ἱκανοὺς ἀπερχομένους πρὸς τὸν ἅγιον εὔξασθαι. καὶ ἀναλαβομένη τὸ στρατιωτικὸν σχῆμα καὶ αὐτὴ συνωδοιπόρει αὐτοῖς. καὶ φθά σαντες παρὰ τὸν τόπον, ὅπου ἦν ὁ στύλος τοῦ ἁγίου Συμεῶνος, λέγει τοῖς σὺν αὐτῷ στρατιώταις· Ἀδελφοί, εἰ βούλεσθε, κατα λείψαντές μοι τὰ ζῷα ὑμῶν εἰσέλθατε καὶ εὐλογήθητε παρὰ τοῦ δικαίου, καὶ ὅταν ἐξέλθητε πάλιν εἰσέρχομαι κἀγώ, ὅπως ἀξιωθῶ εὐλογηθῆναι παρὰ τοῦ δικαίου. εἰσελθόντων δὲ αὐ τῶν καὶ προσκυνησάντων αὐτῶν λέγει αὐτοῖς ὁ ἅγιος Συ μεών· Εἷς στρατιώτης ἐξ ὑμῶν κατελείφθη ἔξω. οἱ δὲ εἶπον αὐτῷ· Ναὶ δέσποτα· ζῷα ἡμῶν φυλάττει. καὶ ἀποκριθεὶς ὁ δίκαιος εἶπεν αὐτοῖς· Ἐξελθόντες εἴπατε αὐτῷ· Μὴ σκύλλου, εἰσηκούσθης γὰρ καὶ εὐλογημένος εἶ τῷ κυρίῳ. οἱ δὲ ἐξελ θόντες ἐπυνθάνοντο παρακαλοῦντες αὐτὸν ὅτι Τί σοι ἀγαθὸν πέπρακται παρὰ τῷ θεῷ; ἰδοὺ γὰρ εἶπεν ἡμῖν ὁ δίκαιος ὅτι Εἴπατε τῷ μεθ' ὑμῶν στρατιώτῃ τῷ ἀπομείναντι ἔξω· μὴ σκύλλου, εἰσηκούσθη γὰρ ἡ δέησίς σου καὶ εὐλογημένος εἶ τῷ κυρίῳ. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὁμολογῶ ὑμῖν, ἀδελ φοί, γυνή εἰμι καὶ ἐκ πολλῆς ἐπιθυμίας εἶχον ἰδέσθαι τὸν δί καιον, ἐπειδὴ ἁμαρτωλὸς ὑπάρχω. καὶ ἀκούσαντες οἱ στρα τιῶται ἐξεπλήττοντο εὐλογοῦντες τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος καὶ ἐπορεύοντο ἐν εἰρήνῃ.

Intertext edge

Open linked passage

Note