Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Ἔστη οὖν ὁ μακάριος ἐν διαφόροις κίοσιν ἔτη τεσσα ράκοντα καὶ ἑπτὰ καὶ μετὰ ταῦτα πάντα ἐπεζήτησεν αὐτόν· καὶ ἦν ἡμέρα παρασκευή· καὶ ἦν κεκλεισμένος εἰς εὐχὴν καὶ ὡς ἔθος εἶχεν, ἐποίησεν ὅλην τὴν παρασκευὴν καὶ τῷ σαββάτῳ καὶ τῇ κυριακῇ καὶ οὐκ ἀνένευσεν, ὡς ἔθος εἶχεν, εὐλογεῖν τοὺς κεκλικότας τὰ γόνατα. καὶ ὡς εἶδον τοῦτο, ἀνῆλθον πρὸς αὐτὸν καὶ εἶδον τὸ πρόσωπον αὐτοῦ καὶ ἦν ἐξαστράπτον ὡς ὁ ἥλιος. καὶ καθὼς εἶχεν ἔθος τοῦ λαλεῖν μοι, οὐδέν μοι ἀπ εκρίνατο. κἀγὼ ἔλεγον ἐν ἑαυτῷ, ὅτι ἀνεπάη· καὶ πάλιν ἠπί στουν καὶ ἐφοβούμην ἐγγίσαι αὐτῷ καὶ τολμήσας λέγω αὐτῷ· Κύριέ μου, διὰ τί μοι οὐ λαλεῖς καὶ τελεῖς τὴν εὐχήν σου; ὁ κόσμος ἐκδέχεται, ἵνα εὐλογηθῇ, ἰδοὺ τρεῖς ἡμέραι. καὶ στὰς πάλιν ὥραν μίαν λέγω αὐτῷ· Οὐδέν μοι ἀποκρίνῃ, κύριέ μου. καὶ ἐκτείνας μου τὴν χεῖρα ἡψάμην τοῦ πώγωνος αὐτοῦ καὶ ὡς εἶδον, ὅτι μαλθακώτερον ἦν τὸ σῶμα αὐτοῦ, ἔγνων, ὅτι ἐτελεύτησεν· καὶ θεὶς τὸ πρόσωπόν μου ἐν ταῖς χερσίν μου ἔκλαυσα πικρῶς καὶ κύψας ἐφίλησα αὐτοῦ τὸ στόμα καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸν πώγωνα καὶ παρεπάρας αὐτοῦ τὸ ἱμάτιον ἐφίλησα τοὺς πόδας αὐτοῦ καὶ κρατήσας τὴν χεῖρα αὐτοῦ ἔθηκα ἐπὶ τοὺς ὀφθαλμούς μου. καὶ ἐν ὅλῳ τῷ σώματί μου καὶ ἐν τοῖς ἱματίοις αὐτοῦ ἦν ὀσμὴ μύρου, ὥστε εὐφραν θῆναι ἀπὸ τῆς εὐωδίας ἐκείνης. καὶ στὰς ὡς ἡμιώριον προσέσχον τῷ τιμίῳ αὐτοῦ λειψάνῳ καὶ ἰδοὺ ἐσείσθη τὸ σῶμα αὐτοῦ ἅμα τῷ στύλῳ καὶ ἤκουσα φωνῆς λεγούσης· Ἀμὴν ἀμὴν ἀμήν, καὶ ἐκ τοῦ φόβου εἶπον· Εὐλόγησόν με, κύριε, καὶ μνήσθητί μου ἐν τῇ καλῇ σου ἀναπαύσει.