Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Καὶ κατῆλθον καὶ οὐκ ἐφανέρωσά τινι τὸ μυστήριον, ἵνα μὴ θόρυβος γένηται, ἀλλὰ διὰ πιστοῦ ἀνδρὸς ἐσήμανα τῷ ἐπισκόπῳ Ἀντιοχείας Μαρτυρίῳ καὶ τῷ στρατηλάτῃ Ἀρδαβουρίῳ. καὶ τῇ ἑξῆς ἡμέρᾳ ἔρχεται ὁ ἐπίσκοπος Ἀντιοχείας μετὰ καὶ ἄλλων ἓξ ἐπισκόπων· ἔρχεται δὲ καὶ ὁ Ἀρδαβούριος μετὰ ἑξακοσίων ὀνομάτων, ἵνα μὴ συναχθέντων τῶν χωρίων ἁρπάσωσι τὸ τίμιον αὐτοῦ λείψανον· οὕτως γὰρ καὶ ἐσκέπτοντο. ἐγένοντο δὲ κορτῖναι κύκλῳ τοῦ στύλου αὐτοῦ. καὶ ἀνέρχονται τρεῖς ἐπίσκοποι καὶ φιλοῦσι τὰ ἱμάτια αὐτοῦ εἰπόν τες τρεῖς ψαλμοὺς καὶ ἀνήνεγκαν γλωσσόκομον μολύβδινον καὶ ἔθηκαν τὸ ἅγιον αὐτοῦ λείψανον καὶ καταφέρουσιν αὐτὸ διὰ μαγγάνων καὶ τότε ἔγνωσαν πάντες, ὅτι ἐτελεύτησεν ὁ ἅγιος Συμεών, ὥστε καὶ τοὺς Σαρακηνοὺς πάντας συναχθῆναι ἐν ὅπλοις μετὰ καμήλων βουλομένων καὶ αὐτῶν ἁρπάσαι τὸ λείψανον. καὶ γίνεται σύγχυσις τοῦ ὄχλου ὥστε μὴ φαίνεσθαι τὸ ὄρος ἐκ τοῦ πλήθους καὶ τοῦ καπνοῦ τῶν θυμιαμάτων καὶ τῶν κηρῶν καὶ λαμπάδων τῶν καιομένων, ὧν οὐκ ἦν ἀριθμός. Αἱ δὲ φωναὶ τοῦ κλαυθμοῦ τῶν ἀνδρῶν καὶ γυναι κῶν καὶ παιδίων ἀπῄει ἕως μακρὰν καὶ ὅλον τὸ ὄρος ἐσαλεύετο ἀπὸ τῆς κραυγῆς τῶν πετεινῶν τῶν συναχθέντων καὶ κυκλω σάντων τὴν μάνδραν τοῦ ἁγίου. Ὡς οὖν κατήγαγον αὐτόν, ἔθηκαν αὐτὸν ἐπὶ τὸ ἀλτάριον τὸ μαρμάρινον, ὃ εἶχεν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ τετάρτην ἤδη ἔχων ἡμέραν τελευτήσας. καὶ οὕτως ἥπλωσεν τὸ ἅγιον αὐτοῦ λείψανον ὡς πρὸ ὥρας μιᾶς ἀναπαείς. καὶ πάντες οἱ ἐπίσκοποι ἔδωκαν αὐτῷ τὴν ἀγάπην· τὸ δὲ πρόσωπον αὐτοῦ ἦν φαιδρὸν πάνυ ὡς τὸ φῶς· αἱ δὲ τρίχες τῆς κεφαλῆς αὐτοῦ καὶ τοῦ πώγωνος ἦσαν ὡσεὶ χιών. ἠθέλησεν δὲ ὁ ἐπίσκοπος Ἀντιοχείας ἆραι τρίχαν τοῦ πώγω νος αὐτοῦ εἰς εὐλογίαν καὶ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ ἐποί ησαν πάντες οἱ ἐπίσκοποι ὑπὲρ αὐτοῦ εὐχὴν κλαίοντες καὶ λέγοντες τῷ ἁγίῳ λειψάνῳ ὅτι Οὐδέν σοι λείπει τῶν μελῶν ἢ τῶν ἱματίων οὔτε πάλιν ἀρεῖ τις ἐκ τοῦ ἁγίου σου καὶ τι μίου λειψάνου. καὶ ταῦτα αὐτῶν λεγόντων μετὰ κλαυθμοῦ ἀπεκατεστάθη ἡ χεὶρ τοῦ ἐπισκόπου ὑγιής. καὶ τότε μετὰ ψαλμῶν καὶ ὕμνων ἔβαλον αὐτὸν ἐν τῷ γλωσσοκόμῳ.