Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Πολλοὶ δὲ παρεκάλεσαν δεδωκότες χρυσίον καὶ ἀργύριον, ἵνα λάβωσιν εὐλογίαν ἐκ τῶν ἁγίων αὐτοῦ λειψάνων. καὶ οὐδενὶ παρέσχεν ὁ ἐπίσκοπος διὰ τοὺς ὅρκους, οὓς ὤμωσεν. πολλαὶ δὲ ἰάσεις ἐπιτελοῦνται ἐν τῷ τόπῳ, ἔνθα ἀπόκεινται τὰ τίμια αὐτοῦ λείψανα διὰ τῆς χάριτος τῆς δοθείσης αὐτῷ παρὰ τοῦ δεσπότου ἡμῶν Χριστοῦ. ἐτελειώθη δὲ ὁ ἅγιος τοῦ θεοῦ Συμεὼν μηνὶ σεπτεμβρίῳ αʹ βασιλεύοντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.