Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, ἐάν τις νηστεύῃ τῷ θεῷ ἀδιαλείπτως καὶ τὰς εὐχὰς πάσας μετὰ ἐπιεικείας ἀποδί δωσιν αὐτῷ, τοῦτ' ἔστιν τρίτην ὥραν εὐχὴν μίαν, ὁμοίως, καὶ ἕκτην, ἐννάτην καὶ δωδεκάτην καὶ τούτων τὰ ἀκόλουθα· καθὼς καὶ ἐν τοῖς μοναστηρίοις ἐπιτελοῦνται. εἰ οὖν οἶδας, τέκνον, τί ἤκουσας, λόγισαι ταῦτα ἐν τῇ καρδίᾳ σου· δεῖ γάρ σε καὶ πεινάσαι καὶ διψῆσαι καὶ ὑβρισθῆναι καὶ κολαφισθῆναι καὶ ὀνειδισθῆναι, ἀναστενάξαι καὶ κλαῦσαι καὶ θλιβῆναι καὶ ἀνομαλῆσαι, ὑγιᾶναι καὶ ἐπιθυμῆσαι ἀποτάξασθαι καὶ ταπει νωθῆναι καὶ πολλὰ παθεῖν παρὰ ἀνθρώποις, καὶ οὕτως παρα κληθῆναι παρὰ ἀγγέλων· ἰδὲ ἤκουσας ταῦτα πάντα, ὁ κύριος τῆς δόξης δῴη σοι νοῦν ἀγαθὸν πρὸς τὴν αὐτοῦ θέλησιν.