Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Συμεὼν ἐξῆλθεν τῆς ἐκ κλησίας καὶ ἀπέρχεται εἰς ἔρημον τόπον καὶ τίθησιν ἑαυτὸν ἐπὶ πρόσωπον ἡμέρας ἑπτὰ κλαίων καὶ εὐχόμενος τῷ θεῷ μήτε βρώσεως μήτε πόσεως μεταλαμβάνων. καὶ μετὰ τὰς ἑπτὰ ἡμέρας ἀναστὰς δρομαίως ἔρχεται εἰς μοναστήριον. καὶ πίπτει εἰς τοὺς πόδας τοῦ ἀρχιμανδρίτου κράζων καὶ λέγων· Ἐλέησόν με, πάτερ, ταπεινὸν καὶ ταλείπωρον ἄνθρωπον καὶ σῶσον ψυχὴν ἀπολλυμένην καὶ ἐπιποθοῦσαν δουλεύειν τῷ θεῷ. λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Τίς εἶ καὶ πόθεν; καὶ τί τὸ ὄνομά σου; καὶ πόθεν ἐλήλυθας; λέγει ὁ μακάριος Συ μεών· Τῷ μὲν γένει ἐλεύθερος, τὸ δὲ ὄνομα Συμεών, τὸ δὲ πῶς ἐλήλυθα ἐνταῦθα ἢ ποίων γονέων ὑπάρχω μή με ἐρώτα, δέσποτα, δέομαί σου, ἀλλὰ ἐξαγόρασον σεαυτῷ μίαν ψυχὴν ἀπολλυμένην. ταῦτα ἀκούσας ὁ ἀρχιμανδρίτης ἤγειρεν αὐτὸν ἐκ τοῦ ἐδάφους καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Εἰ ἀπὸ θεοῦ εἶ, ὁ κύριός σε φυλάξει ἀπὸ παντὸς πονηροῦ καὶ δολίου πράγματος καὶ ἔσῃ πᾶσιν ποιῶν τὴν ὑπηρεσίαν, ἵνα παρὰ πάντων ἀγαπηθῇς.