Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Οἱ δὲ γονεῖς αὐτοῦ οὐκ ἐπαύοντο κλαίοντες καὶ ζητοῦν τες αὐτόν· ὁ δὲ ἅγιος διῆγεν ἐν τῷ μοναστηρίῳ δουλεύων τοῖς πᾶσι καὶ ἀγαπώμενος ὑπὸ πάντων καὶ πληρῶν τὸν κανόνα τοῦ μοναστηρίου. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξελθὼν τοῦ μο ναστηρίου εὑρίσκει ἐπάνω τοῦ φρέατος σίτλαν, ὅθεν τὸ ὕδωρ ἤντλουν, ἔχουσαν σχοινίον· καὶ λύσας τὸ σχοινίον ἀπέρχεται εἰς ἰδιάζοντα τόπον καὶ φασκιοῖ ἑαυτὸν ἐν ὅλῳ τῷ σώματι αὐτοῦ· καὶ ἐνδύεται ἐπάνω τοῦ σχοινίου στιχάριν τρίχινον καὶ εἰσῆλθεν ἐν τῷ μοναστηρίῳ καὶ λέγει τοῖς ἀδελφοῖς· Ἐξῆλθον ἀντλῆσαι ὕδωρ καὶ τὸ σχοινίον οὐχ εὗρον ἐν τῇ σίτλᾳ. λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Σιώπα, μηδεὶς μάθῃ τῷ ἀρχιμανδρίτῃ. καὶ οὐδεὶς ᾔδει ὅτι ἔσωθεν ἦν πεφασκιωμένος τὸ σχοινίον. ἔμεινεν οὖν ἕως ἐνιαυτοῦ ἑνὸς καὶ πλεῖον ἔχων τὸ σχοινίον ἐν τῇ σαρκὶ αὐτοῦ ἐνειλιγμένον καὶ κατέφαγεν τὰς σάρκας αὐτοῦ, ὥστε σκεπασθῆναι τὸ σχοινίον ἀπὸ τῶν σεσημμένων σαρκῶν τοῦ δικαίου, καὶ ἀπὸ τῆς δυσωδίας αὐτοῦ οὐκ ἐδύνατό τις ἔγγιστα αὐτοῦ στῆναι, καὶ οὐδεὶς ἔγνω τὸ μυστήριον. ἡ δὲ κοίτη αὐτοῦ ἐπληροῦτο σκωλήκων, καὶ οὐ δεὶς ᾔδει τὸ γεγονός.