Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ἐλάμβανεν δὲ τὴν τροφὴν αὐτοῦ καὶ ἐδίδου αὐτὴν πτωχοῖς μηδενὸς εἰδότος. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξέρχεταί τις τῶν μοναχῶν καὶ εὑρίσκει αὐτὸν διδόντα τὸν ἄρτον αὐ τοῦ καὶ τὸ ὄσπριον ὃ ἐλάμβανεν πτωχοῖς. πάντες δὲ ἐνή στευον ἕως ἑσπέρας, ὁ δὲ ἅγιος Συμεὼν ἀπὸ κυριακῆς εἰς κυριακὴν ἐγεύετο. εἰσελθὼν δὲ εἷς τῶν μοναχῶν διέβαλλεν αὐτὸν τῷ ἀρχιμανδρίτῃ λέγων· Δέομαι τῇ ἁγιοσύνῃ σου· ὁ ἄνθρωπος οὗτος καταλῦσαι θέλει τὸ μοναστήριον ἤτοι τὸν κανόνα ὃν παρέδωκας ἡμῖν. λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Πῶς θέλει καταλῦσαι τὸν κανόνα; λέγει αὐτῷ ὁ μοναχός· Ἡμεῖς ἕως ἑσπέρας παρελάβομεν νηστεύειν, οὗτος δὲ ἀπὸ κυριακὴν εἰς κυριακὴν ἐσθίει καὶ τὸν ἄρτον αὐτοῦ, ὃν λαμβάνει, καὶ τὸ ὄσπριον κρυφέως δίδωσι πτωχοῖς καθ' ἑκάστην ἡμέραν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀπὸ τοῦ σώματος αὐτοῦ δυσωδία ἀνέρχεται ἀφόρητος, ὡς μὴ δύνασθαι ἔγγιστα αὐτοῦ στῆναί τινα· καὶ ἡ κοίτη αὐτοῦ σκωλήκων πεπλήρωται, καὶ ἡμεῖς οὐ δυνάμεθα ὑπενεγκεῖν· Ἀλλ' εἰ βούλει, τοῦτον ὧδε ἔχε καὶ ἡμεῖς ἀναχωροῦμεν, ἢ ἀπόλυσον αὐτὸν ἀπελθεῖν, ὅθεν ἦλθεν.