Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae - for merge 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἠβουλήθησαν οὖν ἀποδῦσαι αὐτὸν καὶ οὐκ ἠδυνήθησαν· κεκολλημένον γὰρ ἦν τὸ ἱμάτιον αὐτοῦ ἀπὸ τῆς σαπείσης σαρκός. Ἐπὶ τρεῖς οὖν ἡμέρας οὐκ ἐπαύοντο διαβρέχοντες αὐτὸν ὕδατι χλιαρῷ σὺν ἐλαίῳ, καὶ οὕτως μετὰ πολλῆς ὀδύνης ἠδυνήθησαν ἀποδῦσαι αὐτὸν, ὥστε σὺν τῷ ἱματίῳ ἀποδαρῆναι τὴν σεσημμένην σάρκα αὐτοῦ, καὶ εὑρίσκουσι τὸ σχοινίον περι πεπλεγμένον ἐν τῷ σώματι αὐτοῦ, ὡς μὴ φαίνεσθαί τι ἐξ αὐ τοῦ, εἰ μὴ μόνον τὰς ἀρχὰς τοῦ σχοινίου· τῶν δὲ σκωλήκων τῶν ὄντων ἐν αὐτῷ οὐκ ἦν εἰκασμός· τότε ἔκθαμβοι ἐγένοντο ἐπ' αὐτὸν πάντες οἱ μοναχοὶ ὁρῶντες τὴν ἀνίατον πληγὴν ἐκείνην, καὶ διελογίζοντο ἐν ἑαυτοῖς, τὸ πῶς καὶ ποῖον μηχάνημα ποιήσαντες ἀροῦσι τὸ σχοινίον ἀπ' αὐτοῦ· ὁ δὲ ἅγιος Συμεὼν ἔκραζε λέγων· Συγχωρήσατέ μοι, κύριοί μου ἀδελφοί, ἐάσατέ με ἀποθανεῖν οὕτως τὸν κύνα τὸν ὄζοντα, κατὰ γὰρ τὰς πράξεις μου οὕτως ὤφειλον καὶ κριθῆναι· πᾶσα γὰρ ἀδικία καὶ πλεονεξία σὺν ἐμοὶ γεγένηται, ἐγὼ γάρ εἰμι τὸ πέλαγος τῶν ἁμαρτιῶν. οἱ δὲ μοναχοὶ καὶ ὁ ἀρχιμανδρίτης ἔκλαιον ὁρῶντες τὴν ἀνίατον πληγὴν ἐκείνην· καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Οὔπω τυγχάνεις ἐνιαυτῶν δέκα καὶ ὀκτὼ καὶ ποίας ἁμαρτίας ἔχεις; λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Ὁ προφήτης Δαβὶδ λέγει· Ἰδοὺ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου· καὶ πάντων τούτων τὰ ὅμοια ἠμφίεσμαι. ἐξεπλήττετο δὲ ὁ ἀρχιμανδρίτης ἐπὶ τῇ συνετῇ αὐτοῦ ἀποκρίσει, ὅτι ἄγροικος ὢν πῶς κατηνύγη εἰς τὸν φόβον τοῦ θεοῦ. καλέσας δὲ ὁ ἀρχιμανδρίτης ἰατροὺς δύο, μετὰ πολλῶν μόχθων καὶ πόνων ὡς νομίζεσθαι αὐτὸν τεθνηκέναι, ἀπέσπασαν ἀπ' αὐτοῦ τὸ σχοινίον† ἀπὸ τῶν σαρ κῶν τῶν κεκολλημένων ἐν αὐτῷ, καὶ ἐπιμελησάμενοι αὐτοῦ ἡμέρας πεντήκοντα ὠφέλησαν αὐτὸν ἐκ μέρους. καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Τέκνον, ἰδοὺ ὑγιὴς γέγονας· ἄπελθε ὅπου βούλει.

Intertext edge

Open linked passage

Note