Vita Symeonis Stylitae - for merge 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Τότε ἐξέρχεται ἐκ τοῦ μοναστηρίου ὁ ἅγιος Συμεών· καὶ ἰδοὺ ἦν παρακείμενον φρέαρ πλησίον τοῦ μοναστηρίου, ἐν ᾧ ὕδωρ οὐχ ὑπῆρχεν ἐν αὐτῷ, πλῆθος δὲ πνευμάτων ἀκα θάρτων πονηρῶν κατῴκει ἐν αὐτῷ· οὐ μόνον δὲ πνευμάτων ἀκαθάρτων, ἀλλὰ καὶ ἀσπίδων καὶ ἐχιδνῶν καὶ ὄφεων καὶ σκορπίων πλῆθος ἀνείκαστον· ὅθεν πάντες ἐφοβοῦντο διελ θεῖν διὰ τοῦ τόπου ἐκείνου. Ἀπῆλθεν δὲ ἐκεῖ ὁ ἅγιος Συμεὼν μηδενὸς εἰδότος καὶ ῥίπτει ἑαυτὸν ἐν τῷ φρέατι ἐκείνῳ, ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα, καὶ κρύβει ἑαυτὸν ἐν τῷ πλαγίῳ τοῦ φρέατος.