Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ὁ δὲ ἅγιος Συμεὼν οὐκ ἐπαύετο κλαίων καὶ δεόμενος τοῦ θεοῦ, ποιήσας δὲ ἐν αὐτῷ τῷ μοναστηρίῳ χρόνους τρεῖς ἐξέρχεται μηδενὸς γινώσκοντος, καὶ ἀπέρχεται εἰς ἔρημον τό πον, ἐν ᾧ παρέκειντο χωρία ἱκανά, ἔγγιστα δὲ αὐτοῦ ἦν χω ρίον ἐπιλεγόμενον Γελασοῖς, καὶ οἰκοδομεῖ ἐκεῖ αὐτῷ τόπον μικρὸν ἀπὸ ξηρολίθων, καὶ στήκει μέσον χρόνους τέσσαρας νιφόμενος, βρεχόμενος, καυματούμενος, καὶ πολλοὶ ἀπήρχοντο πρὸς αὐτόν· ἡ δὲ τροφὴ αὐτοῦ ἦν φακὴ βρεκτὴ καὶ τὸ πόμα αὐτοῦ ὕδωρ. Καὶ μετὰ ταῦτα ἐποίησεν ἑαυτῷ στῦλον πηχῶν τεσσάρων καὶ στήκει ἐν αὐτῷ ἔτη ἑπτά, καὶ ἦν ἡ φήμη αὐτοῦ πανταχοῦ διατρέχουσα· καὶ μετὰ ταῦτα οἰκοδομοῦσιν αὐτῷ οἱ ὄχλοι μάνδρας δύο ἀπὸ ξηρολίθου, καὶ ἐπιτιθοῦσιν θύραν τῇ ἔσωθεν μάνδρᾳ καὶ ποιοῦσιν αὐτῷ στῦλον πηχῶν τριάκοντα, καὶ στήκει ἐν αὐτῷ ἔτη δεκαπέντε πολλὰς ἰάσεις ἐπιτελῶν· πολλοὶ γὰρ δαιμονιῶντες ἀπῄεσαν ἐκεῖ καὶ ἐθεραπεύοντο.

Intertext edge

Open linked passage

Note