Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Ἤλλαξαν δὲ τὸν στύλον αὐτοῦ ποιήσαντες αὐτὸν πηχῶν τεσσαράκοντα, καὶ διεφημίσθη εἰς ὅλην τὴν οἰκουμένην. ὅθεν τὸ πλῆθος τῶν Σαρακηνῶν παρεγένοντο πρὸς αὐτὸν τῇ πίστει φλεγόμενοι, καὶ κατένυξεν αὐτοὺς εἰς τὸν φόβον τοῦ θεοῦ. ὁ οὖν μισάνθρωπος διάβολος ἔχων ἔθος πειράζειν τοὺς ἁγίους καὶ καταπατεῖσθαι ὑπ' αὐτῶν ἐπήγαγεν πληγὴν ἐπὶ τὸν μηρὸν αὐτοῦ καθ' ὃν τρόπον τοῦ μακαρίου Ἰώβ, ἄλγος τῆς λεγομένης πανούκλας, καὶ συνεσάπη ὁ μηρὸς αὐτοῦ καὶ εἰς ἕνα πόδα λοιπὸν ἵστατο ἐπὶ διετεῖ χρόνῳ. σκώληκες δὲ ἀνείκαστοι ἐκ τοῦ μηροῦ αὐτοῦ ἔπιπτον ἐπὶ τῆς γῆς, ὅθεν ἄλλο οὐκ εἶχον ἔργον οἱ ἔγγιστα αὐτοῦ εἰ μὴ μόνον συλλέγειν αὐτὰ καὶ ἀναφέρειν εἰς τὸν τόπον ὅθεν ἀπέπιπτον, τοῦ ἁγίου λέγοντος· Φάγετε, ὅθεν ἔδωκεν ὑμῖν ὁ κύριος.

Intertext edge

Open linked passage

Note