Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
Κατὰ δὲ βούλησιν θεοῦ γίνεται τὸν βασιλέα τῶν Σαρακηνῶν ἐλθεῖν εἰς εὐχὴν πρὸς αὐτόν, καὶ ἅμα εἰσῆλθεν ἔγγιστα τοῦ στύλου εὐλογηθῆναι παρ' αὐτοῦ τοῦ ἁγίου Συ μεὼν ἰδὼν αὐτὸν ὁ ἅγιος τοῦ θεοῦ ἤρξατο αὐτὸν νουθετεῖν. καὶ ὁμιλούντων αὐτῶν πίπτει σκώληξ ἐκ τοῦ μηροῦ αὐτοῦ, καὶ τίθησιν τὸν νοῦν ὁ βασιλεὺς, οὐ μέντοι εἰδώς, τί ἦν τὸ πεσόν, καὶ δραμὼν ἁρπάζει αὐτό. καὶ τίθησιν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἰς τὴν καρδίαν καὶ ἐξέρχεται ἔξω κατ έχων αὐτὸ ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ὁ ἅγιος δηλοῖ αὐτῷ λέ γων· Εἴσελθε ἀπόθες ὃ ἐπῆρες, βάρος ἐμοὶ τῷ ἁμαρτωλῷ προσφέρεις. σκώληξ ἐστὶν ὄζων ἐκ σαρκὸς ὀζομένης. τί τὰς χεῖράς σου ἀφανίζεις τίμιος ἀνὴρ ὑπάρχων; καὶ ταῦτα εἰπόν τος τοῦ δικαίου εἰσέρχεται ὁ Σαρακηνὸς καὶ λέγει αὐτῷ· Τοῦτό μοι ἔσται εἰς εὐλογίαν καὶ εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἁπλώσας αὐτοῦ τὴν χεῖρα ἦν μαργαρίτης τίμιος ἐν τῇ χειρὶ αὐτοῦ. καὶ θεασάμενος αὐτὸν ἤρξατο δοξάζειν τὸν θεὸν καὶ λέγει τῷ δικαίῳ· Ἰδοὺ ὃν εἶπες ὅτι σκώληξ ἐστίν, μαργαρίτης ὑπάρχει εἴ τις τιμὴν οὐκ ἔχει, δι' οὗ ἐφώτισέν με ὁ κύριος. καὶ μετὰ ταῦτα ἀκούσας ὁ ἅγιος λέγει αὐτῷ· Ὡς ἐπίστευσας γενηθήτω σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου οὐ μόνον δὲ σοί, ἀλλὰ καὶ τοῖς τέκνοις σου. καὶ εὐλογηθεὶς ὁ βασιλεὺς τῶν Σαρακηνῶν ἀπῆλθεν εἰς τὰ ἴδια χαίρων ἐν εἰρήνῃ.

Intertext edge

Open linked passage

Note