Vita Symeonis Stylitae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
[Βασίλισσα δέ τις τῶν Σαρακηνῶν στεῖρα ὑπάρχουσα ἀπῆλθεν δεομένη αὐτοῦ διὰ τὸ τεκεῖν αὐτήν. ὠνειδίζετο γὰρ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς καθ' ἑκάστην ἡμέραν καὶ πολλὰ προσ πίπτουσα καὶ δεομένη ἐπὶ ἱκανὰς ἡμέρας ἦν προσκαρτεροῦσα ἐπὶ τοῦ στύλου τοῦ ἁγίου Συμεῶνος. ἐδήλωσεν οὖν αὐτὴν ὁ ἅγιος· Ἄπελθε εἰς τὸν οἶκόν σου καὶ ἔχει ὁ κύριος τὰ συμ φέροντά σοι παρασχεῖν. καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς συνεγένετο τῷ ἀνδρὶ αὐτῆς καὶ παραχρῆμα συνέλαβεν. καὶ ἔτεκεν θυγατέραν. καὶ ἐπὶ ἐνιαυτοὺς πέντε οὔτε ἐλάλει οὔτε περιεπάτει. καὶ ἔρχεται μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῦ τέκνου αὐτῆς προσκλαίουσα, καὶ ἀποκριθεὶς ὁ ἅγιος Συμεὼν εἶπεν αὐτοῖς· Παραμείνατε καὶ ἔχει ὁ θεὸς βοηθῆσαι. ὡς δὲ ἐποίησαν ἡμέρας ἑπτὰ οὐδὲν εὐεργετοῦντο καὶ λελυπημένοι ἀνεχώρουν λέγοντες ὅτι Πάντως οὐκ ἠθέλησεν ὁ κύριος ἰάσα σθαι αὐτήν. ὁδευόντων δὲ αὐτῶν καὶ ἀπελθόντων οὐκ ὀλίγῳ στρέφονται ἰδεῖν τὸν κίονα τοῦ ἁγίου Συμεῶνος. καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτῶν ἐξαίφνης ἀνέκραξεν λέγουσα· Δόξα σοι ἅγιε Συμεών. καὶ θεασάμενοι οἱ γονεῖς τοῦ παιδίου ἐδόξασαν τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος.