Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Symeonis Stylitae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Ὄφεως θηλείας ἐξῆλθεν φῦμα μέγα καὶ ἐκ τῶν ἀλγη δόνων αὐτῆς ἀπῄει ἐπὶ μίλιον ἕν. καὶ συναλγήσας ὁ ἄρρεν τοῖς πόνοις αὐτῆς λαβὼν τὴν θήλειαν αὐτοῦ ἤρχοντο πρὸς τὸν κύριν Συμεῶνα καὶ φθάσαντες παρὰ τὸν στύλον ἐχωρίσθη σαν ἀλλήλων. ἡ γὰρ θήλεια μὴ τολμῶσα ὀφθῆναι τῷ δικαίῳ ἀπῆλθεν εἰς τὸ μέρος τῶν γυναικῶν, ὁ δὲ ἄρρεν εἰσελθὼν μεταξὺ τοῦ πλήθους ἐκείνου προσεκύνει τῷ στύλῳ ἄνω κάτω ποιῶν τὴν κεφαλὴν αὐτοῦ καὶ δεόμενος τῷ δικαίῳ. θεασάμενοι δὲ οἱ ὄχλοι τὸ παμμεγεθὲς τοῦ ὄφεως ἔφυγον ἀπ' αὐτοῦ. καὶ ἰδὼν ὁ ἅγιος Συμεὼν εἶπεν τοῖς ὄχλοις· Μὴ φεύγετε, ἀδελφοί, ὄντως γὰρ εὐχὴν ἔχων ἦλθεν ὧδε. ἡ γὰρ θήλεια αὐτοῦ ἀσθε νεῖ σφόδρα καὶ εἰς μέρος τῶν γυναικῶν ἀπῆλθεν. καὶ λέγει τῷ ὄφει. Ἔπαρον ἐκ τῆς γῆς πηλὸν καὶ ἀνένεγκε τῇ γυναικί σου. καὶ ἐπιθήσας ἐμφύσησον αὐτὴν καὶ ἔχει αὐτῇ θεραπεῦσαι. λαβὼν δὲ ὁ ὄφις ἐκ τῆς πηλοῦ ἀπῄει πρὸς τὴν θήλειαν αὐτοῦ. θεασάμενοι δὲ οἱ ὄχλοι κατηκολούθησαν αὐτὸν ἰδεῖν τί μέλλει ποιεῖν. καὶ βλέπουσι τὴν θήλειαν αὐτοῦ ἑστῶσαν ὀρθὴν ἔξω θεν τῶν καγκέλλων ἔχουσαν φῦμα μέγα καὶ λαβὼν ὁ ὄφις τὸν πηλὸν ἐπιτιθεῖ αὐτὴν καὶ ἐμφυσήσας αὐτῇ παρουσίᾳ πάν των ἐθεράπευσεν αὐτήν. καὶ λαβὼν αὐτὴν ἀνεχώρησεν. καὶ θεασάμενοι οἱ ὄχλοι τὸ μυστήριον ἐδόξασαν τὸν θεόν. 26 Ἕτερον δὲ θαῦμα ἐγένετο ἐν ταῖς ἡμέραις αὐτοῦ.

Intertext edge

Open linked passage

Note