Vita Symeonis Stylitae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/antonius-hagiographus" aria-label="More works by Antonius Hagiographus">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐθεώρουν πρὸ πέντε καὶ ἓξ ἡμερῶν τῆς ἀναπαύσεως αὐτοῦ ἄνδραν ἐν στολῇ φοβερᾷ, ᾗ οὐ δύναμαι διηγήσασθαι καὶ τὸ μῆκος αὐτοῦ ὄντα ὡς δύο ἀνθρώπων καὶ λαλοῦντα αὐτῷ τρίτον τῆς ἡμέρας καὶ διδοῦντα αὐτῷ τὴν ἀγάπην. ἐγὼ δὲ ἠθέλησα διηγήσασθαί τισιν τὰ περὶ αὐτοῦ καὶ ὁ νοῦς μου ἡρπάζετο καὶ ἐκωλυόμην τοῦ λαλεῖν ἕως οὗ ἀνεπάη. καθὼς οὖν ἤρχετο πρὸς αὐτὸν ὁ ἀνήρ, ὃν εἶπον, ἐθεώρουν, φησίν, ἐσθίοντας αὐτούς· τὸ δὲ τί ἤσθιον, οὐκ ᾔδειν καὶ ἔψαλλον· τί δὲ ἔψαλλον, οὐκ ᾔδειν, εἰ μὴ μόνον τὸ ἀμήν. καὶ φόβος με περιεῖχεν πρὸς τὴν θέαν τοῦ ἀνδρός.