Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Macedonian Affairs
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/appianus-of-alexandria" aria-label="More works by Appianus of Alexandria"> —
⋯
More
Original / primary: Perseus Grc2
I.p1
I.p1
ὅτι Ῥωμαῖοι τοῦ Φιλίππου τοῦ Μακεδόνος τοῦ πολεμήσαντος αὐτοῖς πέρι πάμπαν ἐπολυπραγμόνουν οὐδέν, οὐδὲ σφίσιν ἐνθύμιος ἦν ὅλως πονουμένης ἔτι τῆς Ἰταλίας ὑπὸ Ἀννίβου τοῦ Καρχηδονίων στρατηγοῦ, καὶ αὐτοὶ μεγάλοις στρατοῖς Λιβύην καὶ Καρχηδόνα καὶ Ἰβηρίαν περικαθήμενοι, καὶ καθιστάμενοι Σικελίαν. αὐτὸς δὲ Φίλιππος ἀρχῆς ἐπιθυμίᾳ μείζονος, οὐδέν τι προπαθών, ἔπεμπε πρὸς Ἀννίβαν ἐς τὴν Ἰταλίαν πρέσβεις, ὧν ἡγεῖτο Ξενοφάνης, ὑπισχνούμενος αὐτῷ συμμαχήσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ κἀκεῖνος αὐτῷ σύνθοιτο κατεργάσασθαι τὴν Ἑλλάδα. συμβάντος δʼ ἐς ταῦτα τοῦ Ἀννίβου καὶ ἐπὶ τῇ συνθήκῃ ὀμόσαντος, πρέσβεις τε ἀντιπέμψαντος ἐπὶ τοὺς ὅρκους τοῦ Φιλίππου, Ῥωμαίων τριήρης ἔλαβε τοὺς ἑκατέρων πρέσβεις ἀναπλέοντας, καὶ ἐς Ῥώμην ἐκόμισεν. ἐφʼ ᾧ Φίλιππος ἀγανακτῶν Κερκύρᾳ προσέβαλεν, ἣ Ῥωμαίοις συνεμάχει.

Intertext edge

Open linked passage

Note