Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sicily and the Other Islands
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/appianus-of-alexandria" aria-label="More works by Appianus of Alexandria"> —
⋯
More
Original / primary: Perseus Grc2
I.p1
I.p1
ὅτι ἀποροῦντες Ῥωμαῖοί τε καὶ Καρχηδόνιοι χρηματων, οἱ μὲν οὐκέτι ἐναυπήγουν, τετρυμένοι διὰ τὰς ἐσφοράς, ἀλλὰ πεζὴν στρατιὰν καταλέγοντες ἐξέπεμπον ἐς Λιβύην καὶ ἐς Σικελίαν ἀνὰ ἔτος ἕκαστον, Καρχηδόνιοι δʼ ἐς Πτολεμαῖον ἐπρεσβεύοντο, τὸν Πτολεμαίου τοῦ Λάγου, βασιλέα Αἰγύπτου, δισχίλια τάλαντα κιχρώμενοι. τῷ δʼ ἦν ἔς τε Ῥωμαίους καὶ Καρχηδονίους φιλία, καὶ συναλλάξαι σφᾶς ἐπεχείρησεν ἀλλήλοις. οὐ δυνηθεὶς δʼ ἔφη χρῆναι φίλοις κατʼ ἐχθρῶν συμμαχεῖν, οὐ κατὰ φίλων.

Intertext edge

Open linked passage

Note