Us
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/archilocus" aria-label="More works by Archilocus">
—
⋯
Original / primary: Textus receptus
1.1
εἰμὶ δ᾽ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος, καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.
1.2
ἐν δορὶ μὲν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ᾽ οἶνοςἸσμαρικός, πίνω δ᾽ ἐν δορὶ κεκλιμένος.
1.3
οὔ τοι πόλλ᾽ ἐπὶ τόξα τανύσσεται οὐδὲ θαμειαὶσφενδόναι, εὖτ᾽ ἂν δὴ μῶλον Ἄρης συνάγῃἐν πεδίῳ: ξιφέων δὲ πολύστονον ἔσσεται ἔργον: ταύτης γὰρ κεῖνοι δαίμονές εἰσι μάχηςδεσπόται Εὐβοίης δουρικλυτοί.
1.4
ὅπως οὖν μὴ παρέχοιεν ἐκ τῶν τριχῶν ἀντίληψιν τοῖς πολεμίοις ἀπεκείραντο.
1.5
ἀλλ᾽ ἄγε, σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸςφοίτα καὶ κοΐλων πώματ᾽ ἄφελκε κάδων, ἄγρει δ᾽ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός: οὐδὲ γὰρ ἡμεῖςνήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα. διὲξ σωλῆνος ἐς ἄγγος
1.6
ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων: αὐτὸν δ᾽ ἔκ μ᾽ ἐσάωσα: τί μοι μέλει ἀσπὶς ἐκεινη; ἐρρέτω: ἐξαῦτις κτήσομαι οὐ κακίω.
1.7
κήδεα μὲν στονόεντα, Περίκλεες, οὔτε τις ἀστῶνμεμφόμενος θαλίῃς τέρψεται οὔτε πόλις: τοίους γὰρ κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσηςἔκλυσεν, οἰδαλέους δ᾽ ἀμφ᾽ ὀδύνῃς ἔχομενπνεύμονας: ἀλλὰ θεοὶ γὰρ ἀνηκέστοισι κακοῖσιν, ὦ φίλ᾽, ἐπὶ κρατερὴν τλημοσύνην ἔθεσανφάρμακον: ἄλλοτε δ᾽ ἄλλον ἔχει τάδε: νῦν μὲν ἐς ἡμέαςἐτράπεθ᾽, αἱματόεν δ᾽ ἕλκος ἀναστένομεν, ἐξαῦτις δ᾽ ἑτέρους ἐπαμείψεται: ἀλλὰ τάχιστατλῆτε γυναικεῖον πένθος ἀπωσάμενοι.
1.18
ἥδε δ᾽ ὥστ᾽ ὄνου ῥάχιςἕστηκεν ὕης ἀγρίης ἐπιστεφής:... οὐ γάρ τι καλὸς χῶρος οὐδ᾽ ἐπίμεροςοὐδ᾽ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.
1.22
οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει, οὐδ᾽ εἷλέ πώ με ζῆλος, οὐδ᾽ ἀγαίομαιθεῶν ἔργα, μεγάλης δ᾽ οὐκ ἐρέω τυραννίδος: ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.
1.25
ἔχουσα θαλλὸν μυρσίνης ἐτέρπετοῥοδῆς τε καλὸν ἄνθος, ἡ δέ οἱ κόμηὤμους κατεσκίαζε καὶ μετάφρενα.
1.53
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
1.54
ὡς Πανελλήνων ὀϊζὺς ἐς Θάσον συνέδραμεν.
1.55
μηδ᾽ ὁ Ταντάλου λίθοςτῆσδ᾽ ὑπὲρ νήσου κρεμάσθω.
1.56
Γλαῦχ᾽, ὅρα: βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεταιπόντος, ἀμφὶ δ᾽ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος: κιχάνει δ᾽ ἐξ ἀελπτίης φόβος.
1.58
τοῖς θεοῖς τιθεῖο πάντα: πολλάκις μὲν ἐκ κακῶνἄνδρας ὀρθοῦσιν μελαίνῃ κειμένους ἐπὶ χθονί, πολλάκις δ᾽ ἀνατρέπουσι καὶ μάλ᾽ εὖ βεβηκόταςὑπτίους κλίνουσ᾽: ἔπειτα πολλὰ γίγνεται κακά, καὶ βίου χρήμῃ πλανᾶται καὶ νόου παρήορος.
1.60
οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένονοὐδὲ βοστρύχοισι γαῦρον οὐδ᾽ ὑπεξυρημένον, ἀλλά μοι σμικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖνῥοικός, ἀσφαλ εώ ς βεβηκὼς ποσσι, καρδίης πλέως.
1.64
οὔ τις αἰδοῖος μετ᾽ ἀστῶν οὐδὲ περίφημος θανὼνγίγνεται: χάριν δὲ μᾶλλον τοῦ ζοοῦ διώκομενζῶντες ἔτι: κάκιστα δ᾽ αἰεὶ τῷ θανόντι γίγνεται.
1.65
οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ᾽ ἀνδράσιν.
1.66
ἓν δ᾽ ἐπίσταμαι μέγα, τὸν κακῶς με δρῶντα δέννοις ἀνταμείβεσθαι κακοῖς.
1.67
θυμέ, θύμ᾽ ἀμηχάνοισι κήδεσιν κυκώμενε, ἀνάδυ, δυσμενῶν δ᾽ ἀλέξευ προσβαλὼν ἐναντίονστέρνον ἐνδόκοισιν, ἐχθρῶν πλησίον κατασταθεὶςἀσφαλέως: καὶ μήτε νικῶν ἀμφαδην̀ ἀγάλλεομήτε νικηθεὶς ἐν οἴκῳ καταπεσὼν ὀδύρεο: ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακαῖσιν ἀσχάλαμὴ λίην: γίγνωσκε δ᾽ οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.
1.71
ει᾽ γὰρ ὣς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν.
1.74
χρημάτων ἄελπτον οὐδέν ἐστιν οὐδ᾽ ἀπώμοτονοὐδὲ θαυμάσιον, ἐπειδὴ Ζεὺς πατὴρ Ὀλυμπίωνἐκ μεσημβρίης ἔθηκε νύκτ᾽ ἀποκρύψας φάοςἡλίῳ λάμποντι: λυγρὸν δ᾽ ἦλθ᾽ ἐπ᾽ ἀνθρωπους δέος. ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κἀπίελπτα γίγνεταιἀνδράσιν: μηδεὶς ἔθ᾽ ὑμῶν εἰσορῶν θαυμαζέτω, μηδ᾽ ὅταν δελφῖσι θῆρες ἀνταμείψωνται νομὸνἐνάλιον καὶ σφιν θαλάσσης ἠχέεντα κύματαφίλτερ᾽ ἠπείρου γένηται τοῖσί τ᾽ ἡδὺ ἦν ὄρος.
1.77
ὡς Διωνύσοι᾽ ἄνακτος καλὸν ἐξάρξαι μέλοςοἶδα διθύραμβον οἴνῳ συγκεραυνωθεὶς φρένας.
1.79
κύματι πλαζόμενος, κἀν Σαλμυδης σῷ γυμνὸν εὐφρονέων ἐτέωνΘρήϊκες ἀκρόκομοιλάβοιεν, ἔνθα πόλλ᾽ ἀναπλήσει κακὰδούλιον ἄρτον ἔδων, ῥίγει πεπηγότ᾽ αὐτον, ἐκ δὲ τοῦ ῥόθουφυκία πόλλ᾽ ἐπέχοι, κροτέοι δ᾽ ὀδόντας, ὡς κύων ἐπὶ στόμακείμενος ἀκρασίῃἄκρον παρὰ ῥηγμῖνα, κῦμα δ᾽ ἐξεμέοι. ταῦτ᾽ ἐθέλοιμ᾽ ἂν ἰδεῖν, ὅς μ᾽ ἠδίκησε λὰξ δ᾽ ἐφ᾽ ὁρκίοις ἔβητὸ πρὶν ἑταῖρος ἐών.
1.88
πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε; τίς σὰς παρήειρε φρέναςᾗς τὸ πρὶν ἠρήρεισθα; νῦν δὲ πολὺςἀστοῖσι φαίνεαι γέλως.
1.89
αἶνός τις ἀνθρώπων ὅδεὡς ἆρ᾽ ἀλώπηξ καἰετὸς ξυνωνίηνἔμειξαν.
1.92
ὁρᾷς ἵν᾽ ἔστ᾽ ἐκεῖνος ὑψηλὸς πάγοςτρηχύς τε καὶ παλίγκοτος; ἐν τῷ κάθημαι σὴν ἐλαφρίζων μάχην:
1.94
ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δ᾽ ἔργ᾽ ἐπ᾽ ἀνθρώπων ὁρᾷςλεωργὰ καὶ θεμιστά, σοὶ δὲ θηρίωνὕβρις τε καὶ δίκη μέλει.
1.103
πόλλ᾽ οἶδ ἀλώπηξ, ἀλλ᾽ ἐχῖνος ἓν μέγα.
1.104
δύστηνος ἔγκειμαι πόθῳἄψυχος, χαλεπῇσι θεῶν ὀδύνῃσιν ἕκητιπεπαρμένος δι᾽ ὀστέων.
1.112
τοῖος γὰρ φιλότητος ἔρως ὑπὸ καρδίην ἐλυσθεὶςπολλὴν κατ᾽ ἀχλὺν ὀμμάτων ἕχευεν, κλέψας ἐκ στηθέων ἁπαλὰς φρένας.
1.118
ἀλλά μ᾽ ὁ λυσιμελής, ὦ τ᾽ αῖρε, δάμναται πόθος.