Scholia Arethae in Cyrilli apologiam xii anathematismorum
Arethas Bishop of Caesarea in CappadokiaAnat 141 · pg-scrape-grcMore by Arethas Bishop of Caesarea in Cappadokia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/arethas-bishop-of-caesarea-in-cappadokia" aria-label="More works by Arethas Bishop of Caesarea in Cappadokia">
—
⋯
Original / primary: Pg Scrape Grc
141.1
SCHOLIA ARETHAE™ 10 sq. εἰ Θεοδωρήτου ταῦτα, ἀλλ' οὐ τοῦ θείου Παύλου τὰ ῥήματα, καλῶς ἔχει σοι τὰ ἐγκλήματα· εἰ δὲ τοῦ θείου Παύλου, ἀφεὶς τῶι γεννήτορι τῶν [τὸν Y] λόγων τὰς μέμψεις ἐπανατείνεσθαι Θεοδωρήτωι ἐπηρεάζειν προήιρησαι. ἐπεὶ δὲ Παῦλον οὐκ ἔχων ἐλέγχειν (οἶδας γάρ, δοκῶ μοι, ὅπως ἐκεῖνος φρονῶν ταῦτα προφέρει, ὥς γε δὴ καὶ Θεοδώρητος), ἄρα τῆς ἐπὶ τοῖς ῥητοῖς τούτοις ἐκλήψεως ὠλιγώρησας [ὀλιγώρησας Y] τοῖς ἃ [legas τῶι ἴσα] τοῖς ἐνδιαστρόφως ταῦτα φέρουσιν τὰ ὀνείδη Θεοδωρήτωι προσάπτεσθαι; τῆς ἀδικοδοξίας. 15 Παύλωι ταῦτα ἐγκαλῶν, ἐπὰν μὴ ὡς ἐκεῖνος εἴρηκεν, ταῦτα νοεῖν ἑκὼν τυφλώττεις, μέγας ἔσηι πρόβολός τε καὶ πρόμαχος τῶν ἀπὸ τῶν περὶ αὐτὰ ἐνδιαστρόφων νοημάτων εἰς ὀλεθρίας αἱρέσεις ὀλισθησάντων.