Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 1
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
3.p3
3.p3
μή ποτε κινδυνεύσῃ, οὐδʼ ἔστι πρεσβύτερον οὐδὲν Διὸς, οὐ μᾶλλόν γε ἢ υἱεῖς τε πατέρων πρεσβύτεροι γένοιντʼ ἂν καὶ τὰ γιγνόμενα τῶν ποιούντων, ἀλλʼ ὅδε ἐστὶ πρῶτός τε καὶ πρεσβύτατος καὶ ἀρχηγέτης τῶν πάντων, αὐτὸς ἐξ αὑτοῦ γενόμενος. ὁπότε δὲ ἐγένετο οὐκ ἔστιν εἰπεῖν, ἀλλʼ ἦν τε ἄρα ἐξ ἀρχῆς καὶ ἔσται εἰσαεὶ, αὐτοπάτωρ τε καὶ μείζων ἢ ἐξ ἄλλου γεγονέναι. καὶ ὥσπερ τὴν Ἀθηνᾶν ἄρα ἐκ τῆς κεφαλῆς ἔφυσε καὶ γάμου οὐδὲν προσεδεήθη εἰς αὐτὴν, οὕτως ἔτι πρότερον αὐτὸς ἑαυτὸν ἐξ αὑτοῦ ἐποίησε καὶ οὐδὲν προσεδεήθη ἑτέρου εἰς τὸ εἶναι, ἀλλʼ αὐτὸ τοὐναντίον πάντα εἶναι ἀπʼ ἐκείνου ἤρξατο καὶ οὐκ ἔστι χρόνον εἰπεῖν. οὐδὲ γὰρ χρόνος ἦν πω τότε, ὅτι μηδὲ ἄλλο μηδέν. δημιουργοῦ γὰρ ἔργον οὐδέν ἐστι πρεσβύτερον. οὕτως δὴ ἀρχὴ μὲν ἁπάντων Ζεύς τε καὶ ἐκ Διὸς πάντα. ἅτε δὲ ὢν χρόνου τε κρείττων καὶ οὐδένα ἔχων τὸν ἀντικόψοντα, αὐτός τε ὁμοῦ καὶ ὁ κόσμος ἦν. οὕτως ταχὺ πάντα ἐποίησεν. ἐποίησε δὲ ὧδε· εἰ δέ πη σφαλλόμεθα, ὁ μείλιχος ἡμῖν κεκλήσθω· ἄρχεται ἐκ θεμελίων καὶ ποιεῖ γῆν, ὅπως αὐτῷ τὰ πάντα ἐπὶ ταύτης βεβήκοι, ῥιζώσας τε ῥίζαις ἀπείροις τὸ βάθος καὶ πυκνώσας, πέτραις τε ἀντὶ γόμφων καὶ τῇ δʼ ἄλλῃ ἣ πυκνῶσαι φύσιν εἴληχεν, ὄρη τε ἐξαναστήσας, ὑετῶν καὶ κυμάτων ἀλεξητήρια, καὶ πεδία ἐν μέσῳ καταμίξας, ὀρῶν ἕδρας καὶ γῆς, ὅ τί περ δύναμιν τῷ ἑτέρῳ τὸ ἕτερον πηγνύς. ὅσα δὲ αὐτῷ τὰ δεύτερα τοῦ βάρους εἶχεν ἐπῆγε, θάλατταν ἐπὶ τῇ γῇ μέσην ἐν μέσῃ τιθείς· οἷα δὲ ἐπὶ γειτόνων φιλίαν καὶ κοινωνίαν πραγματευόμενος ποταμοὺς ἐγκατέμιξεν, οἳ ἔκ τε γῆς εἰς τὴν θάλατταν ῥυήσεσθαι καὶ πάλιν ἐκ τῆς θαλάττης κατʼ ἄλλους ἀφανεῖς τόπους εἰς τὴν γῆν ἔμελλον ὑπορρυήσεσθαι καὶ συνάπτειν ἑκάτερα πρὸς ἄλληλα. συνέπλεξέ τε αὐτὰ οὕτως ὡς εἶναι μέσα ἑκάτερα ἀλλήλων,

Intertext edge

Open linked passage

Note