Orationes 1
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
4.p4
4.p4
νήσοις τε καὶ πορθμοῖς καὶ ἰσθμοῖς τὸ ἕτερον τοῦ ἑτέρου ἀεὶ ἐν μέσῳ γιγνόμενον. ὥσπερ δὲ τὴν γῆν διʼ ἑκατέρου τοῦ σχήματος ὠχύρωσεν, οὕτω τὴν γῆν αὖ καὶ τὴν θάλατταν, διʼ ἀλλήλων ἀμφότερα ἀσφαλῆ ποιῶν· ἀέρα τε ὑπὲρ ἀμφοτέρων ἔστησε, γῆς καὶ θαλάττης ἀναπνοήν. καὶ πῦρ ἄνωθεν, ὃ δὴ αἰθέρα ὀνομάζουσιν, ἐπιστήσας, τετάρτῳ τούτῳ τὰ πάντα κατέλαβε, τῆς τε φιλοτεχνίας τὰ κράτιστα ἐνταῦθα τοῦτʼ εἰσηνέγκατο, κοσμήσας μὲν ἄστροις τὸν πάντα οὐρανὸν, ὥσπερ ταῖς νήσοις τὴν θάλατταν, καὶ διʼ αὐτῶν ποιήσας διαφανῆ, τήν τε τοῦ πυρὸς ἀπορροὴν καταπέμψας μέχρι γῆς, οὐκ ἐν ὅσῳ νῦν ἡμεῖς διήλθομεν χρόνῳ περὶ αὐτῶν ἀποτελεώσας ἅπαντα ταῦτα, ἀλλʼ ὀξύτερον ἢ νοῆσαι ἐγχωρεῖ· ἅμα δὲ τῇ ποιήσει τε καὶ δημιουργίᾳ διῄρει κατὰ τὸ εἰκὸς ἕκαστα καὶ κλήρους ἀπένεμε, ποιῶν μὲν ζῶα τὰ πρέποντα ἑκάστοις τόποις, τάς τε οἰκείους γονὰς, οἰκήσεις τε καὶ λήξεις τοῖς γεννηθεῖσιν ἀποδιδούς· θεοῖς μὲν ἐν οὐρανῷ οἷον ἐν ἀκροπόλει τοῦ παντὸς οἰκεῖν, ὃ δὴ κάλλιστόν τε καὶ λαμπρότατον, οἰκητηρίων ἁγνότατον· οὐδὲ γῆρας εἴσεισιν εἰς αὐτό· ἀνθρώποις δʼ ἐπὶ γῆς, θαλαττίοις δὲ φύλοις τὴν θάλατταν ἀπέδωκε, καὶ πτηνοῖς ἀέρα, ὡς μάλιστα τῆς ἀξίας ἔμελλον ἕκαστοι τεύξεσθαι κατὰ τὴν αὑτῶν φύσιν τε καὶ δύναμιν τὰς λήξεις εὑρισκόμενοι καὶ τὰς συγγενεῖς οἰκήσεις λαμβάνοντες· τὸ μὲν γηγενές τε καὶ γεῶδες φῦλον τὴν γῆν, τὸ δὲ ὑγρότερον τὴν θάλατταν, τὸ δὲ κουφότερον καὶ ξηρότερον τὸν ἀέρα, τὸ δʼ αὖ νοτερόν τε καὶ διάπυρον καὶ πᾶσι τούτοις ἐπιτεταμένον τὸν αἰθέρα τε καὶ οὐρανόν. οὕτως δὴ ὥσπερ πόλιν ποιῶν αὐτὴν ἢ δειμάμενος, εἶτα τοὺς ἄνδρας εἰσῆγεν. ὡς δὲ διέκρινε τὴν ὕλην καὶ κατεσκευάσατο τὸν κόσμον, ἐπλήρου γενῶν πάντα ἑξῆς ποιῶν σὺν ἁρμονίᾳ καὶ προνοίᾳ τοῦ μηδὲν παραλειφθῆναι τὸ μὴ οὐ πάντα πρέποντα καὶ τέλεα ἀλλήλοις δημιουργὸς αὐτὸς καὶ οἰκιστὴς τοῦ παντὸς οὐσίας τε καὶ δυνάμεως ἔχων.